Textus Originalis

212 DIODORI SICULI

των, τὴν τῶν φιλαιτίων ἀπέκοψε κατηγορίαν, αἰσ- χρὸν εἶναι νομίζουσα τῶν ἄλλων εἰπεῖν τινα διότι ζῶντος τοῦ κατὰ νόμους συμβιοῦντος ἀνδρὸς ἑτέρου παρανόμως ἐπειράθη, καὶ καθ᾿ ὧν οἱ νόμοι τοῖς πράξασι θάνατον τιθέασι τὸ πρόστιμον, τοιοῦτο 5 παθοῦσα τὸν πλείω χρόνον φιλοψυχεῖν, ἵνα τὸν πάντως ὀφειλόμενον παρὰ τῆς φύσεως θάνατον βραχὺ προλαβοῦσα τῆς αἰσχύνης ἀλλάξηται τοὺς 5 μεγίστους ἐπαίνους. τοιγαροῦν οὐ μόνον θνητοῦ βίου δόξαν ἀθάνατον ἀντικατηλλάξατο διὰ τῆς ἰδίας 10 ἀρετῆς, ἀλλὰ καὶ τοὺς συγγενεῖς καὶ πάντας τοὺς πολίτας προετρέψατο λαβεῖν ἀπαραίτητον τιμωρίαν παρὰ τῶν εἰς αὐτὴν παρανομησάντων. 22 Ὅτι Λεύκιος Ταρκύνιος ὁ βασιλεὺς τυραννικῶς καὶ βιαίως ἄρχων τῶν πολιτῶν τοὺς εὐπόρους τῶν 15 ῾Ρωμαίων ἀνῄρει, ψευδεῖς ἐπιφέρων αἰτίας ἕνεκεν τοῦ νοσφίσασθαι τὰς οὐσίας αὐτῶν. διόπερ Λεύ- κιος Ἰούνιος, ὀρφανὸς ὢν καὶ πάντων ῾Ρωμαίων πλουσιώτατος, δι᾿ ἀμφότερα τὴν τοῦ Ταρκυνίου πλεονεξίαν ὑπώπτευεν· ἀδελφιδοῦς δ᾿ ὢν αὐτοῦ καὶ 20 παρ᾿ ἕκαστα τῷ βασιλεῖ σύνθοινος, προσεποιήθη μωρὸς εἶναι, ἅμα μὲν βουλόμενος τὸν ὑπὲρ τοῦ δύνασθαί τι φθόνον ἐκκλίνειν, ἅμα δ᾿ ἀνυπονοήτως παρατηρεῖν τὸ πραττόμενον καὶ τοῖς τῆς βασιλείας ἐφεδρεύειν καιροῖς. 25 23 Ὅτι οἱ Συβαρῖται μετὰ τριάκοντα μυριάδων ἐκ- στρατεύσαντες ἐπὶ τοὺς Κροτωνιάτας καὶ πόλεμον ἄδικον ἐπανελόμενοι τοῖς ὅλοις ἔπταισαν, καὶ τὴν

4 ὧν Dind., ὅν v. 6 τῶν — χρόνων v., corr. Dind. 20 δ᾿ ἂν add. Wurm