Textus Originalis

X 21—25. 213

εὐδαιμονίαν οὐκ ἐνεγκόντες ἐπιδεξίως ἱκανὸν παρά- δειγμα τὴν ἰδίαν ἀπώλειαν κατέλιπον τοῦ πολὺ μᾶλλον δεῖν προσέχειν ἐν ταῖς ἰδίαις εὐτυχίαις ἤπερ ἐν ταῖς ταλαιπωρίαις. 5 Ὅτι περὶ Ἡροδότου φησὶν ὁ Διόδωρος ῾καὶ ταῦτα 24 παρεξέβημεν οὐχ οὕτως Ἡροδότου κατηγορῆσαι βου- ληθέντες ὡς ὑποδεῖξαι ὅτι τῶν λόγων οἱ θαυμάσιοι τοὺς ἀληθεῖς κατισχύειν εἰώθασιν᾿. Ὅτι προσῆκόν ἐστι τιμᾶσθαι τὴν ἀρετήν, κἂν ᾖ 2 10 παρὰ γυναιξίν. Ὅτι Ἀθηναῖοι δεξιῶς τῇ νίκῃ χρησάμενοι καὶ 3 νικήσαντες Βοιωτούς τε καὶ Χαλκιδεῖς, εὐθὺς ἀπὸ τῆς μάχης Χαλκίδος ἐκυρίευσαν. ἐκ τῆς ὠφελείας τῆς τῶν Βοιωτῶν δεκάτην ἅρμα χαλκοῦν εἰς τὴν 15 ἀκρόπολιν ἀνέθεσαν τόδε τὸ ἐλεγεῖον ἐπιγράψαντες, ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν· ὧν ἵππους δεκάτην Παλλάδι τάσδ᾿ ἔθεσαν. 20 Ὅτι τὸ κατακαίειν τὰ ἱερὰ παρὰ Ἑλλήνων ἐμα- 25 θον Πέρσαι, τὴν αὐτὴν τοῖς προαδικήσασιν ἀποδι- δόντες ὕβριν. Ὅτι Κᾶρες ὑπὸ Περσῶν καταπονούμενοι ἐπη- 2 ρώτησαν περὶ συμμαχίας εἰ προσλάβοιντο Μιλησίους 25 συμμάχους. ὁ δὲ ἀνεῖλεν, πάλαι ποτ᾿ ἦσαν ἄλκιμοι Μιλήσιοι. Οὐ μὴν ἀλλ᾿ ὁ φόβος ἐγγὺς κείμενος ἐποίησεν 3

9 ᾖ] εἰ cod. 14 δεκάτην*] δεκάτης cod.; δεκάτης τῆς τῶν Βοιωτῶν ὠφελείας posuit Dind. (cf. XI 33, 2. 62, 3) 15 γράψαντες v., corr. Herw. 17 πολέμῳ v.