Textus Originalis
214 DIODORI SICULI
αὐτοὺς ἐπιλαθέσθαι τῆς πρὸς ἀλλήλους φιλοτιμίας, πρὸς δὲ τὸ πληροῦν τὰς τριήρεις κατὰ τάχος συν- ηνάγκαζεν. 4 Ὅτι Ἑκαταῖος ὁ Μιλήσιος πρεσβευτὴς ἀπεσταλ- μένος ὑπὸ τῶν Ἰώνων, ἠρώτησε δι᾿ ἣν αἰτίαν ἀπι- 5 στεῖ αὐτοῖς ὁ Ἀρταφέρνης. τοῦ δὲ εἰπόντος, μή- ποτε ὑπὲρ ὧν καταπολεμηθέντες κακῶς ἔπαθον μνησικακήσωσιν, Οὐκοῦν, ἔφησεν, εἰ τὸ πεπονθέ- ναι κακῶς τὴν ἀπιστίαν περιποιεῖ, τὸ παθεῖν ἄρα εὖ ποιήσει τὰς πόλεις Πέρσαις εὐνοούσας. ἀποδε- 10 ξάμενος δὲ τὸ ῥηθὲν ὁ Ἀρταφέρνης ἀπέδωκε τοὺς νόμους ταῖς πόλεσι καὶ τακτοὺς φόρους κατὰ δύ- ναμιν ἐπέταξεν. 26 Ὁ γὰρ τοῖς πολλοῖς κατὰ τῶν πολιτῶν φθόνος τὸν ἔμπροσθεν χρόνον ἐγκρυπτόμενος, ἐπειδὴ και- 15 ρὸν ἔλαβεν, ἀθρους ἐξερράγη. διὰ δὲ τὴν φιλοτι- μίαν τοὺς δούλους ἠλευθέρωσαν, μᾶλλον βουλόμε- νοι τοῖς οἰκέταις μεταδοῦναι τῆς ἐλευθερίας ἢ τοῖς ἐλευθέροις τῆς πολιτείας. 27 Ὅτι Δᾶτις ὁ τῶν Περσῶν στρατηγός, Μῆδος ὢν 20 τὸ γένος καὶ παρὰ τῶν προγόνων παρειληφὼς ὅτι Μήδου τοῦ συστησαμένου τὴν Μηδίαν Ἀθηναῖοι κατέστησαν ἀπόγονοι, ἀπέστειλε πρὸς τοὺς Ἀθη- ναίους εἰπεῖν ὡς πάρεστι μετὰ δυνάμεως ἀπαιτή- σων τὴν ἀρχὴν τὴν προγονικήν· Μῆδον γὰρ τῶν 25 ἑαυτοῦ προγόνων [πρεσβύτερον Δᾶτιν] γενόμενον
13 ἐξέταξεν v., corr. Dind. 14 κατὰ*] παρὰ cod.; παρὰ τοῖς πολλοῖς τῶν πολ. Dind. 20 Δάτης cod. ut infra 22 στησαμένου v., corr. Dind. 24 εἰπὼν Hertl. 26 πρεσβύτερον Δᾶτιν del. Dind.