Textus Originalis

X 25—28. 215

ἀφαιρεθῆναι τὴν βασιλείαν ὑπὸ τῶν Ἀθηναίων καὶ παραγενόμενον εἰς τὴν Ἀσίαν κτίσαι τὴν Μηδίαν. ἂν μὲν οὖν αὐτῷ τὴν ἀρχὴν ἀποδῶσιν, ἀφεθήσε- 2 σθαι τῆς πρώτης αἰτίας καὶ τῆς ἐπὶ Σάρδεις στρα- 5 τείας· ἂν δὲ ἐναντιωθῶσι, πολὺ δεινότερα πείσε- σθαι τῶν Ἐρετριέων. ὁ δὲ Μιλτιάδης ἀπεκρίθη 3 ἀπὸ τῆς τῶν δέκα στρατηγῶν γνώμης, διότι κατὰ τὸν τῶν πρεσβευτῶν λόγον μᾶλλον προσήκει τῆς Μήδων ἀρχῆς κυριεύειν Ἀθηναίους ἢ Δᾶτιν τῆς 10 Ἀθηναίων πόλεως· τὴν μὲν γὰρ τῶν Μήδων βασι- λείαν Ἀθηναῖον ἄνδρα συστήσασθαι, τὰς δὲ Ἀθή- νας μηδέποτε Μῆδον τὸ γένος ἄνδρα κατεσχηκέναι. ὁ δὲ πρὸς μάχην ἀκούσας ταῦτα παρεσκευάζετο. [Exc. Vat. p. 35—39.] 15 Ὅτι Ἱπποκράτης ὁ Γελῷος τύραννος τοὺς Συ- 28 ρακουσίους νενικηκὼς κατεστρατοπέδευσεν εἰς τὸ τοῦ Διὸς ἱερόν. κατέλαβε δὲ αὐτὸν τὸν ἱερέα καὶ τῶν Συρακουσίων τινὰς καθαιροῦντας ἀναθήματα χρυσᾶ, καὶ μάλιστα ἱμάτιον τοῦ Διὸς περιαιρουμένους ἐκ 20 πολλοῦ κατεσκευασμένον χρυσοῦ. καὶ τούτοις μὲν 2 ἐπιπλήξας ὡς ἱεροσύλοις ἐκέλευσεν ἀπελθεῖν εἰς τὴν πόλιν, αὐτὸς δὲ τῶν ἀναθημάτων ἀπέσχετο, φιλο- δοξῆσαι θέλων καὶ νομίζων δεῖν τὸν τηλικοῦτον ἐπαναιρούμενον πόλεμον μηθὲν ἐξαμαρτάνειν εἰς τὸ 25 θεῖον, ἅμα δὲ νομίζων διαβάλλειν τοὺς προεστῶτας τῶν ἐν Συρακούσαις πραγμάτων πρὸς τὰ πλήθη διὰ τὸ δοκεῖν αὐτοὺς πλεονεκτικῶς, ἀλλ᾿ οὐ δημοτικῶς οὐδ᾿ ἴσως ἄρχειν.

4 αἰτίας πρώτης v. 7 στρατιωτῶν cod. 9 τῆς] διὰ τῆς v. 20 χρυσίου v., corr. Dind. 25 διαβαλεῖν Herw.