Textus Originalis

216 DIODORI SICULI

3 Ὅτι Θήρων ὁ Ἀκραγαντῖνος γένει καὶ πλούτῳ καὶ τῇ πρὸς τὸ πλῆθος φιλανθρωπίᾳ πολὺ προεῖ- χεν οὐ μόνον τῶν πολιτῶν, ἀλλὰ καὶ πάντων τῶν Σικελιωτῶν. [Exc. de virt. et vit. p. 254 V., 558 W.] 29 Γέλωνα Συρακούσιον καθ᾿ ὕπνους δὲ βοῶντα, 5 κεραυνοβλής· γὰρ ἔδοξεν ὀνείροις γεγονέναι, ὁ κύων θορυβούμενον ἀμέτρως γνοὺς ἐκεῖνον, καθυλακτῶν οὐκ ἔληξεν, ἕως ἐγείρει τοῦτον. τούτον ἐξέσωσέ ποτε καὶ λύκος ἐκ θανάτου. σχολῇ προσκαθημένου γὰρ ἔτι παιδίου ὄντος 10 λύκος ἐλθὼν ἀφήρπαξε τὴν δέλτον τὴν ἐκείνου. τοῦ δὲ δραμόντος πρὸς αὐτὸν τὸν λύκον καὶ τὴν δέλτον, κατασεισθεῖσα ἡ σχολὴ βαθρόθεν καταπίπτει, καὶ σύμπαντας ἀπέκτεινε παῖδας σὺν διδασκάλῳ. 15 τῶν παίδων δὲ τὸν ἀριθμὸν οἱ συγγραφεῖς βοῶσι, Τίμαιοι, Διονύσιοι, Διόδωροι καὶ Δίων, πλείω τελοῦντα ἑκατόν. τὸ δ᾿ ἀκριβὲς οὐκ οἶδα. [Tzetz. Hist. 4, 266.] 30 Ὅτι τοῦ Μιλτιάδου υἱὸς ὁ Κίμων, τελευτήσαντος 20 τοῦ πατρὸς αὐτοῦ ἐν τῇ δημοσίᾳ φυλακῇ διὰ τὸ μὴ ἰσχῦσαι ἐκτῖσαι τὸ ὄφλημα, ἵνα λάβῃ τὸ σῶμα τοῦ πατρὸς εἰς ταφήν, ἑαυτὸν εἰς τὴν φυλακὴν παρέ- δωκε καὶ διεδέξατο τὸ ὄφλημα. 2 Ὅτι ὁ Κίμων φιλότιμος ὢν εἰς τὴν τῶν κοινῶν 25 διοίκησιν, ἐξ ὑστέρου ἀγαθὸς στρατηγὸς ἐγενήθη, καὶ διὰ τῆς ἰδίας ἀρετῆς ἐνδόξους πράξεις κατειρ- γάσατο. [Exc. de virt. et vit. p. 254 V., 559 W.] 31 Κίμων υἱὸς κατά τινας ὑπῆρχε Μιλτιάδου, κατὰ δ᾿ ἑτέρους ἦν πατρὸς τὴν κλῆσιν Στησαγόρου. 30