Textus Originalis

X 28—32. 217

ἐξ Ἰσοδίκης τούτῳ παῖς ὑπῆρχεν ὁ Καλλίας. ὁ Κίμων οὗτος ἀδελφὴν ἰδίαν Ἐλπινίκην εἶχεν, ὡς Πτολεμαῖος μὲν ὕστερον Βερενίκην, καὶ Ζεὺς τὴν Ἥραν πρὸ αὐτῶν, καὶ νῦν Περσῶν 5 τὸ γένος. Καλλίας δὲ πεντήκοντα τάλαντα ζημιοῦται, ὅπως ὁ Κίμων ὁ πατὴρ μηδὲν δεινόν τι πάθῃ ἕνεκα γάμων τῶν αἰσχρῶν, τῆς ἀδελφομιξίας. τὸ δ᾿ ὅσοι ταῦτα γράφουσι μακρόν ἐστί μοι λέγειν· 10 ἔστι γὰρ πλῆθος ἄπειρον τῶν ταῦτα γεγραφότων, οἱ κωμικοὶ καὶ ῥήτορες, Διόδωρος καὶ ἄλλοι. [Tzetz. Hist. 1, 582.] Ὅτι Θεμιστοκλῆς ὁ τοῦ Νεοκλέους, προσελθόν- 32 τος τινὸς αὐτῷ πλουσίου καὶ ζητοῦντος κηδεστὴν 15 εὑρεῖν πλούσιον, παρεκελεύσατο αὐτῷ ζητεῖν μὴ χρήματα ἀνδρὸς δεόμενα, πολὺ δὲ μᾶλλον ἄνδρα χρημάτων ἐνδεᾶ. ἀποδεξαμένου δὲ τἀνθρώπου τὸ ῥηθὲν συνεβούλευσεν αὐτῷ συνοικίσαι τὴν θυγα- τέρα τῷ Κίμωνι. διόπερ ἐκ ταύτης τῆς αἰτίας ὁ 20 Κίμων εὐπορήσας χρημάτων ἀπελύθη τῆς φυλακῆς, καὶ τοὺς κατακλείσαντας ἄρχοντας εὐθύνας κατα- δίκους ἔλαβεν. [Exc. Vat. p. 39.] [Ἡ μὲν οὖν πρὸ ταύτης βίβλος, τῆς ὅλης συντά- ξεως οὖσα δεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς 25 τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ξέρξου διαβάσεως εἰς τὴν Εὐρώπην καὶ εἰς τὰς γενομένας δημηγο- ρίας ἐν τῇ κοινῇ συνόδῳ τῶν Ἑλλήνων ἐν Κορίνθῳ περὶ τῆς Γέλωνος συμμαχίας τοῖς Ἕλλησιν. Diodor. XI 1, 1.]

21 καταδίκους Dind., καταδίκης cod.