Textus Originalis
V 14. 15. 23
τῶν μετὰ Ἰολάου καὶ τῶν Θεσπιαδῶν κατοικησάν- των. κατὰ γὰρ τοὺς χρόνους ἐν οἷς Ἡρακλῆς τοὺς διαβεβοημένους ἄθλους ἐτέλει, παίδων ὄντων αὐτῷ 342 πολλῶν ἐκ τῶν Θεσπίου θυγατέρων, τούτους Ἡρα- 5 κλῆς κατά τινα χρησμὸν ἐξαπέστειλεν εἰς Σαρδὼ καὶ μετ᾿ αὐτῶν δύναμιν ἀξιόλογον Ἑλλήνων τε καὶ βαρβάρων ἐπὶ τὴν ἀποικίαν. ταύτης δὲ προεστη- 2 κὼς Ἰόλαος ὁ ἀδελφιδοῦς Ἡρακλέους καταλαβόμενος ᾤκισεν ἐν αὐτῇ πόλεις ἀξιολόγους, καὶ τὴν χώραν 10 κατακληρουχήσας τοὺς μὲν λαοὺς προσηγόρευσεν ἀφ᾿ ἑαυτοῦ Ἰολαείους, κατεσκεύασε δὲ καὶ γυμνάσια καὶ θεῶν ναοὺς καὶ τἄλλα πάντα τὰ πρὸς βίον ἀν- θρώπων εὐδαίμονα, ὧν ὑπομνήματα μέχρι τῶνδε τῶν καιρῶν διαμένει· τὰ μὲν γὰρ κάλλιστα πεδία 15 τὴν προσηγορίαν ἀπ᾿ ἐκείνου λαβόντα Ἰολάεια κα- λεῖται, τὸ δὲ πλῆθος μέχρι τοῦ νῦν φυλάττει τὴν ἀπὸ Ἰολάου προσηγορίαν. τοῦ δὲ περὶ τῆς ἀποι- 3 κίας χρησμοῦ περιέχοντος ὅτι τοῖς τῆς ἀποικίας ταύ- της κοινωνήσασι διαμενεῖ τὰ τῆς ἐλευθερίας ἅπαντα 20 τὸν αἰῶνα, συνέβη τὸν χρησμὸν παραδόξως μέχρι τοῦ νῦν αὐτονομίαν τοῖς ἐγχωρίοις ἀσάλευτον φυ- λάξαι. Καρχηδόνιοί τε γὰρ ἐπὶ πλέον ἰσχύσαντες 4 καὶ τῆς νήσου κρατήσαντες οὐκ ἠδυνήθησαν τοὺς προκατασχόντας τὴν νῆσον καταδουλώσασθαι, ἀλλ᾿ 25 οἱ μὲν Ἰολάειοι καταφυγόντες εἰς τὴν ὀρεινὴν καὶ καταγείους οἰκήσεις κατασκευάσαντες ἔτρεφον πολ-
1 μετ᾿ v. Θεσπιαδῶν] ὄντων αὐτῶν πολλῶν ἐκ τῶν Θεσπίων (Θεσπιάδων FG, om. C) add. codices, del. Wess. 8 Ἡρακλέους καὶ τὴν νῆσον καταλαβ. conicio 10 ἀφ᾿ ἑαυτοῦ πρ. v. 11 ἰολάους D, ἰολαίους C 15 τὴν om. D ἰολάια D 19 διαμένει cod., corr. Wess. 25 Ἰόλαοι CD