Textus Originalis
24 DIODORI SICULI
λὰς ἀγέλας βοσκημάτων, ὧν παρεχομένων δαψιλεῖς τροφὰς ἠρκοῦντο προσφερόμενοι γάλα καὶ τυρὸν καὶ κρέα, καὶ τῆς μὲν πεδιάδος γῆς ἐκχωρήσαντες τὴν ἐκ τῆς ἐργασίας κακοπάθειαν ἐξέκλιναν, τὴν δ᾿ ὀρεινὴν νεμόμενοι καὶ βίον ἔχοντες ἄμοιρον κα- 5 κοπαθείας ταῖς προειρημέναις τροφαῖς διετέλεσαν 5 χρώμενοι. τῶν δὲ Καρχηδονίων πολλάκις ἀξιόλό- γοις δυνάμεσι στρατευσάντων ἐπ᾿ αὐτούς, διὰ τὰς δυσχωρίας καὶ τὴν ἐν τοῖς καταγείοις δυστραπέλειαν διέμειναν ἀδούλωτοι. τὸ δὲ τελευταῖον ῾Ρωμαίων 10 ἐπικρατούντων καὶ πολλάκις ἐπ᾿ αὐτοὺς στρατευ- σάντων, διὰ ταύτας τὰς αἰτίας ἀχείρωτοι πολεμίᾳ 6 δυνάμει διέμειναν. οὐ μὴν ἀλλὰ κατὰ τοὺς ἀρ- χαίους χρόνους Ἰόλαος μὲν συγκατασκευάσας τὰ κατὰ τὴν ἀποικίαν ἐπανῆλθεν εἰς τὴν Ἑλλάδα, οἱ 15 δὲ Θεσπιάδαι τῆς νήσου προεστῶτες ἐπὶ πολλὰς γε- νεὰς τὸ τελευταῖον ἐξέπεσον εἰς τὴν Ἰταλίαν, καὶ κατῴκησαν ἐν τοῖς κατὰ Κύμην τόποις, τὸ δ᾿ ἄλλο πλῆθος ἐκβαρβαρωθὲν καὶ προστησάμενον ἐκ τῶν ἐγχωρίων τοὺς ἀρίστους ἡγεμόνας διεφύλαξε τὴν 20 ἐλευθερίαν μέχρι τῶν καθ᾿ ἡμᾶς χρόνων. 16 Ἡμεῖς δ᾿ ἀρκούντως εἰρηκότες περὶ τῆς Σαρδό- νος διέξιμεν περὶ τῶν ἑξῆς κειμένων νήσων. μετὰ γὰρ τὰς προειρημένας νῆσός ἐστιν ὀνομαζομένη μὲν 343 Πιτυοῦσσα, τὴν δὲ προσηγορίαν ἔχουσα ἀπὸ τοῦ 25 πλήθους τῶν κατ᾿ αὐτὴν φυομένων πιτύων. πε- λαγία δ᾿ οὖσα διέστηκεν ἀπὸ μὲν Ἡρακλέους στη-
3 καὶ κρέα om. D 9 καταγείοις] καταγωγίοις Madvig 10 ἔμειναν II 24 νῆσος Wess., νήσους cod. μὲν om. D 25 Πιτύουσα v. τοῦ πλήθους om. FGM 27 Ἡρακλείων Dind.