Textus Originalis

Ol. 75, 1 : 480 a. Chr. 239

4 μόνοι γὰρ τῶν ἐξ αἰῶνος μνημονευομένων εἵλοντο μᾶλλον τηρεῖν τοὺς τῆς πόλεως νόμους ἢ τὰς ἰδίας ψυχάς, οὐ δυσφοροῦντες ἐπὶ τῷ μεγίστους ἑαυτοῖς ἐφεστάναι κινδύνους, ἀλλὰ κρίνοντες εὐκταιότατον εἶναι τοῖς ἀρετὴν ἀσκοῦσι τοιούτων ἀγώνων τυγ- 5 5 χάνειν. δικαίως δ᾿ ἄν τις τούτους καὶ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας αἰτίους ἡγήσαιτο ἢ τοὺς ὕστερον ἐν ταῖς πρὸς Ξέρξην μάχαις νικήσαντας· τούτων γὰρ τῶν πράξεων μνημονεύοντες οἱ μὲν βάρβαροι κατεπλάγησαν, οἱ δὲ Ἕλληνες παρωξύν- 10 6 θησαν πρὸς τὴν ὁμοίαν ἀνδραγαθίαν. καθόλου δὲ μόνοι τῶν πρὸ ἑαυτῶν διὰ τὴν ὑπερβολὴν τῆς ἀρε- τῆς εἰς ἀθανασίαν μετήλλαξαν. διόπερ οὐχ οἱ τῶν ἱστοριῶν συγγραφεῖς μόνον, ἀλλὰ πολλοὶ καὶ τῶν ποιητῶν καθύμνησαν αὐτῶν τὰς ἀνδραγαθίας· ὧν 15 γέγονε καὶ Σιμωνίδης, ὁ μελοποιός, ἄξιον τῆς ἀρε- τῆς αὐτῶν ποιήσας ἐγκώμιον, ἐν ᾧ λέγει τῶν ἐν Θερμοπύλαις θανόντων εὐκλεὴς μὲν ἁ τύχα, καλὸς δ᾿ ὁ πότμος, βωμὸς δ᾿ ὁ τάφος, πρὸ γόων δὲ μνᾶστις, ὁ δ᾿ οἶτος 20 ἔπαινος. ἐντάφιον δὲ τοιοῦτον οὔτ᾿ εὐρὼς οὔθ᾿ ὁ πανδαμάτωρ ἀμαυρώσει χρόνος ἀνδρῶν ἀγαθῶν. ὁ δὲ σηκὸς οἰκέταν εὐδοξίαν Ἑλλάδος εἵλετο. 25

4 ἀλλὰ] ἀλλ᾿ ὡς P 14 μόνον Dind., μόνοι cod. πολ- λοὶ καὶ P, καὶ πολλοὶ A, καὶ πολλοὶ καὶ cet. 17 ἐν om. P 20 πρὸ γόων Eich., προγόνων cod. μνάστις P οἶκτος Jacobs 24 ἀνδρῶν δ᾿ ἀγαθῶν ὅδε Bergk 25 οἰκετᾶν cod., corr. Schneidewin εἵλατο cod.