Textus Originalis
240 DIODOR. XI 11. 12.
μαρτυρεῖ δὲ Λεωνίδας ὁ Σπάρτας βασιλεύς, ἀρετᾶς μέγαν λελοιπὼς κόσμον ἀέναόν τε κλέος. 12 Ἡμεῖς δὲ ἀρκούντως περὶ τῆς τούτων τῶν ἀν- δρῶν ἀρετῆς εἰρηκότες ἐπάνιμεν ἐπὶ τὰ συνεχῆ τοῖς 5 εἰρημένοις. Ξέρξης γὰρ τῶν παρόδων τὸν εἰρημέ- νον τρόπον κρατήσας καὶ κατὰ τὴν παροιμίαν τὴν 413 Καδμείαν νίκην νενικηκώς, ὀλίγους μὲν τῶν πολε- μίων ἀνεῖλε, πολλαπλασίους δὲ τῶν ἰδίων ἀπώλε- σεν. ἐπεὶ δὲ πεζῇ τῶν παρόδων ἐκυρίευσε, τῶν 10 κατὰ τὴν θάλατταν ἀγώνων ἔκρινε λαμβάνειν πεῖ- ραν. εὐθὺς οὖν τὸν ἀφηγούμενον τοῦ στόλου Με- 2 γαβάτην προσκαλεσάμενος διεκελεύσατο πλεῖν ἐπὶ τὸ τῶν Ἑλλήνων ναυτικὸν καὶ πειρᾶσθαι παντὶ τῷ στόλῳ ναυμαχεῖν πρὸς τοὺς Ἕλληνας. ὁ δὲ ταῖς 3 15 τοῦ βασιλέως παραγγελίαις ἀκολουθῶν ἐκ Πύδνης τῆς Μακεδονικῆς ἀνήχθη παντὶ τῷ στόλῳ, καὶ κα- τέπλευσε τῆς Μαγνησίας πρὸς ἄκραν τὴν ὀνομαζο- μένην Σηπιάδα. ἐνταῦθα δὲ μεγάλου πνεύματος ἐπιγενομένου ἀπέβαλε ναῦς μακρὰς [τριήρεις] μὲν 20 ὑπὲρ τὰς τριακοσίας, ἱππαγωγοὺς δὲ καὶ τῶν ἄλλων παμπληθεῖς. λήξαντος δὲ τοῦ πνεύματος ἀναχθεὶς κατέπλευσεν εἰς Ἀφέτας τῆς Μαγνησίας. ἐκεῖθεν δὲ διακοσίας τριήρεις ἐξέπεμψε, προστάξας τοῖς ἡγε- μόσι περιπλεῦσαι καὶ τὴν Εὔβοιαν δεξιὰν λαβόντας 25 κυκλώσασθαι τοὺς πολεμίους. οἱ δ᾿ Ἕλληνες ὥρ- 4 μουν μὲν ἐπ᾿ Ἀρτεμισίῳ τῆς Εὐβοίας, εἶχον δὲ τὰς πάσας τριήρεις διακοσίας καὶ ὀγδοήκοντα· καὶ τού-
1 δὲ] δὲ καὶ Bergk 2 ἀένναόν PA 7 καδμίαν P 19 τριήρεις del. Dind. 23 διακοσίας P (Herod. VIII 7), τριακοσίας v. 20*