Textus Originalis

V 15. 16. 17. 25

λῶν πλοῦν ἡμερῶν τριῶν καὶ τῶν ἴσων νυκτῶν, ἀπὸ δὲ Λιβύης ἡμέρας καὶ νυκτός, ἀπὸ δ᾿ Ἰβηρίας μιᾶς ἡμέρας· κατὰ δὲ τὸ μέγεθος παραπλήσιός ἐστι Κορκύρᾳ. κατὰ δὲ τὴν ἀρετὴν οὖσα μετρία τὴν μὲν 2 5 ἀμπελόφυτον χώραν ὀλίγην ἔχει, τὰς δ᾿ ἐλαίας ἐμ- πεφυτευμένας ἐν τοῖς κοτίνοις. τῶν δὲ φυομένων ἐν αὐτῇ καλλιστεύειν φασὶ τὴν μαλακότητα τῶν ἐρίων. διειλημμένη δὲ πεδίοις ἀξιολόγοις καὶ γεω- λόφοις πόλιν ἔχει τὴν ὀνομαζομένην Ἔρεσον, ἄποι- 10 κον Καρχηδονίων. ἔχει δὲ καὶ λιμένας ἀξιολό- 3 γους καὶ τειχῶν κατασκευὰς εὐμεγέθεις καὶ οἰκιῶν πλῆθος εὖ κατασκευασμένων. κατοικοῦσι δ᾿ αὐτὴν βάρβαροι παντοδαποί, πλεῖστοι δὲ Φοίνικες. ὁ δ᾿ ἀποικισμὸς αὐτῆς γέγονεν ὕστερον ἔτεσιν ἑκατὸν 15 ἑξήκοντα τῆς κατὰ τὴν Καρχηδόνα κτίσεως. Ἄλλαι δ᾿ ὑπάρχουσι νῆσοι κατ᾿ ἀντικρὺ τῆς 17 Ἰβηρίας, ὑπὸ μὲν τῶν Ἑλλήνων ὀνομαζόμενοι Γυ- μνήσιαι διὰ τὸ τοὺς ἐνοικοῦντας γυμνοὺς τῆς ἐσθῆ- τος βιοῦν κατὰ τὴν τοῦ θέρους ὥραν, ὑπὸ δὲ τῶν 20 ἐγχωρίων καὶ τῶν ῾Ρωμαίων προσαγορεύονται Βα- λιαρίδες ἀπὸ τοῦ βάλλειν ταῖς σφενδόναις λίθους μεγάλους κάλλιστα τῶν ἁπάντων ἀνθρώπων. τού- των δ᾿ ἡ μείζων μεγίστη πασῶν ἐστι μετὰ τὰς ἑπτὰ νήσους, Σικελίαν, Σαρδώ, Κύπρον, Κρήτην, Εὔ- 25 βοιαν, Κύρνον, Λέσβον, ἀπέχει δὲ τῆς Ἰβηρίας πλοῦν ἡμερήσιον· ἡ δ᾿ ἐλάττων κέκλιται μὲν πρὸς τὴν ἕω, τρέφει δὲ κτήνη πολλὰ καὶ παντοδαπά,

9 ἐρεσὸν D, Ἔβεσον Wess. 14 γέγονεν αὐτῆς D 20 προσαγορευθῆναι D, προσαγορευθεῖσαι aut del. βαλιαρί- δας D, Βαλλιαρεῖς F, Καλλιαρεῖς CG 22 ἁπάντων om. D