Textus Originalis
Ol. 75, 1 : 480 a. Chr. 241
των ἦσαν τῶν μὲν Ἀθηναίων ἑκατὸν καὶ τεττα- ράκοντα, αἱ δὲ λοιπαὶ τῶν ἄλλων Ἑλλήνων. τού- των δὲ ναύαρχος μὲν ἦν Εὐρυβιάδης ὁ Σπαρτιάτης, διῴκει δὲ τὰ περὶ τὸν στόλον Θεμιστοκλῆς ὁ Ἀθη- ναῖος· οὗτος γὰρ διὰ σύνεσιν καὶ στρατηγίαν με- 5 γάλης ἀποδοχῆς ἐτύγχανεν οὐ μόνον ἐν τοῖς κατὰ τὸ ναυτικὸν Ἕλλησιν, ἀλλὰ καὶ παρ᾿ αὐτῷ τῷ Εὐ- ρυβιάδῃ, καὶ πάντες τούτῳ προσέχοντες προθύμως 5 ὑπήκουον. προτεθείσης δὲ βουλῆς ἐν τοῖς τῶν νεῶν ἡγεμόσι περὶ τῆς ναυμαχίας, οἱ μὲν ἄλλοι πάντες 10 τὴν ἡσυχίαν ἔκριναν ἔχειν καὶ τὸν ἐπίπλουν τῶν πολεμίων ἀναδέχεσθαι, μόνος δὲ Θεμιστοκλῆς τὴν ἐναντίαν ἀπεφήνατο γνώμην, διδάσκων ὅτι συμ- φέρει παντὶ τῷ στόλῳ συντεταγμένῳ πλεῖν ἐπὶ τοὺς πολεμίους· οὕτω γὰρ αὐτοὺς πλεονεκτήσειν ἀθρόαις 15 ταῖς ναυσὶν ἐπιπλέοντας τοῖς διὰ τὴν ταραχὴν διε- σπασμένην ἔχουσι τὴν τάξιν, ὡς ἂν ἐκ πολλῶν καὶ διεστηκότων λιμένων ἐκπλέουσι. τέλος δὲ κατὰ τὴν Θεμιστοκλέους κρίσιν οἱ Ἕλληνες παντὶ τῷ στόλῳ 6 τοῖς πολεμίοις ἐπέπλευσαν. τῶν δὲ βαρβάρων ἐκ 20 πολλῶν λιμένων ἀναγομένων, τὸ μὲν πρῶτον οἱ περὶ τὸν Θεμιστοκλέα διεσπαρμένοις τοῖς Πέρσαις συμπλεκόμενοι πολλὰς μὲν ναῦς κατέδυσαν, οὐκ ὀλίγας δὲ φυγεῖν ἀναγκάσαντες μέχρι τῆς γῆς κα- τεδίωξαν· μετὰ δὲ ταῦτα παντὸς τοῦ στόλου συν- 25 αχθέντος καὶ γενομένης ναυμαχίας ἰσχυρᾶς, μέρει
1 *ἦσαν τῶν] ἦσαν αὐτῶν cod. 9 ἐπήκουον P 13 ἀπεφήνατο Dind., ἀπεκρίνατο cod. 14 παντὶ Dind. (c. 22, 1), ἀεὶ cod.; ὅτι ἀεὶ τῷ στόλῳ συμφέρει FJK 22 διεσπαρ- μένοι v.