Textus Originalis
242 DIODOR. XI 12. 13.
414 μὲν τῶν νεῶν ἑκάτεροι ἐπροτέρησαν, οὐδέτεροι δὲ ὁλοσχερεῖ νίκῃ πλεονεκτήσαντες νυκτὸς ἐπιλα- βούσης διελύθησαν. Μετὰ δὲ τὴν ναυμαχίαν χειμὼν ἐπιγενόμενος 13 5 μέγας πολλὰς ἐκτὸς τοῦ λιμένος ὁρμούσας τῶν νεῶν διέφθειρεν, ὥστε δοκεῖν τὸ θεῖον ἀντιλαμβάνεσθαι τῶν Ἑλλήνων, ἵνα τοῦ πλήθους τῶν βαρβαρικῶν νεῶν ταπεινωθέντος ἀντίπαλος ἡ τῶν Ἑλλήνων δύ- ναμις γένηται καὶ πρὸς τὰς ναυμαχίας ἀξιόχρεως 10 διόπερ οἱ μὲν Ἕλληνες ἀεὶ μᾶλλον ἐθάρρουν, οἱ δὲ βάρβαροι ἀεὶ πρὸς τοὺς κινδύνους ἐγίνοντο δειλό- τεροι. οὐ μὴν ἀλλ᾿ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῆς ναυαγίας ἁπάσαις ταῖς ναυσὶν ἀνήχθησαν ἐπὶ τοὺς πολεμίους. οἱ δ᾿ Ἕλληνες, προσγενομένων αὐτοῖς 2 15 τριήρων πεντήκοντα Ἀττικῶν, ἀντιπαρετάχθησαν τοῖς βαρβάροις. ἦν δ᾿ αὐτῶν ἡ ναυμαχία παρα- πλήσιος ταῖς περὶ τὰς Θερμοπύλας μάχαις· οἱ μὲν γὰρ Πέρσαι διεγνώκεσαν βιάσασθαι τοὺς Ἕλληνας καὶ τὸν Εὔριπον διεκπλεῦσαι, οἱ δ᾿ Ἕλληνες ἐμ- 20 φράξαντες τὰ στενὰ προεμάχοντο τῶν ἐντὸς τῆς Εὐβοίας συμμαχούντων. γενομένης δὲ ναυμαχίας ἰσχυρᾶς πολλαὶ νῆες παρ᾿ ἀμφοτέρων διεφθάρησαν, καὶ νυκτὸς ἐπιγενομένης ἠναγκάσθησαν ἀνακάμπτειν ἐπὶ τοὺς οἰκείους λιμένας. ἀριστεῦσαι δὲ ἐν ἀμ- 25 φοτέραις ταῖς ναυμαχίαις φασὶ παρὰ μὲν τοῖς Ἕλ- λησιν Ἀθηναίους, παρὰ δὲ τοῖς βαρβάροις Σιδω- νίους. μετὰ δὲ ταῦτα οἱ Ἕλληνες ἀκούσαντες τὰ 3
1 προετέρησαν cod. (semper) 7 Ἑλληνικῶν Madvig 12 αὐτοὺς v. 20 προημάχοντο P, om. v. 22 ναῦς cod. ἀμφοτέροις malim