Textus Originalis

Ol. 75, 1 : 480 a. Chr. 243

περὶ Θερμοπύλας γενόμενα, πυθόμενοι δὲ καὶ τοὺς Πέρσας πεζῇ προάγειν ἐπὶ τὰς Ἀθήνας, ἠθύμησαν· διόπερ ἀποπλεύσαντες εἰς Σαλαμῖνα διέτριβον ἐν- 4 ταῦθα. οἱ δ᾿ Ἀθηναῖοι θεωροῦντες πανδημεὶ κιν- δυνεύοντας τοὺς ἐν ταῖς Ἀθήναις, τέκνα [μὲν] καὶ 5 γυναῖκας καὶ τῶν ἄλλων χρησίμων ὅσα δυνατὸν ἦν εἰς τὰς ναῦς ἐνθέντες διεκόμισαν εἰς Σαλαμῖνα. 5 ὁ δὲ τῶν Περσῶν ναύαρχος πυθόμενος τὸν τῶν πολεμίων ἀπόπλουν, κατῆρεν εἰς τὴν Εὔβοιαν μετὰ παντὸς τοῦ στόλου, καὶ τὴν τῶν Ἱστιαιέων πόλιν 10 βίᾳ χειρωσάμενος καὶ διαρπάσας τὴν χώραν αὐτῶν ἐδῄωσεν. 14 Ἅμα δὲ τούτοις πραττομένοις Ξέρξης ἀπὸ τῶν Θερμοπυλῶν ἀναζεύξας προῆγε διὰ τῆς Φωκέων χώ- ρας, πορθῶν μὲν τὰς πόλεις, καταφθείρων δὲ τὰς 15 ἐπὶ τῆς χώρας κτήσεις. οἱ δὲ Φωκεῖς τὰ τῶν Ἑλ- λήνων ᾑρημένοι, καὶ θεωροῦντες αὑτοὺς οὐκ ἀξιο- μάχους ὄντας, τὰς μὲν πόλεις ἁπάσας ἐξέλιπον παν- δημεί, πρὸς δὲ τὰς δυσχωρίας τὰς ἐν τῷ Παρνασσῷ 2 κατέφυγον. μετὰ δὲ ταῦτα ὁ βασιλεὺς τὴν μὲν τῶν 20 Δωριέων χώραν διεξιὼν οὐδὲν ἠδίκει· συνεμάχουν γὰρ Πέρσαις· αὑτοῦ δὲ μέρος μὲν τῆς δυνάμεως ἀπέλιπε, καὶ προσέταξεν εἰς Δελφοὺς ἰέναι καὶ τὸ μὲν τέμενος τοῦ Ἀπόλλωνος ἐμπρῆσαι, τὰ δὲ ἀνα- θήματα συλῆσαι, αὐτὸς δὲ μετὰ τῶν ἄλλων βαρβά- 415 ρων προελθὼν εἰς τὴν Βοιωτίαν κατεστρατοπέδευσεν. 25

5 μὲν del. Dind., f. τε 6 καὶ τῶν P (c. 28, 5), τῶν τε v. 9 κατῆρεν — στόλου καὶ om. F, κατῆρεν — χειρωσάμενος om. M 10 ἱστιαίων P, ἱστιέων v. 16 τὰ Rhod., μετὰ cod. 17 αὑτοὺς PAF, αὐτοὺς cet. 19 παρνασῷ PFJ 22 αὑ- τοῦ Reiske, αὐτὸς cod. τῆς add. Dind.