Textus Originalis
244 DIODOR. XI 13. 14.
οἱ δ᾿ ἐπὶ τὴν σύλησιν τοῦ μαντείου πεμφθέντες 3 προῆλθον μὲν μέχρι τοῦ ναοῦ τῆς Προναίας Ἀθη- νᾶς, ἐνταῦθα δὲ παραδόξως ὄμβρων μεγάλων καὶ κεραυνῶν πολλῶν ἐκ τοῦ περιέχοντος πεσόντων, 5 πρὸς δὲ τούτοις τῶν χειμώνων πέτρας μεγάλας ἀπορρηξάντων εἰς τὸ στρατόπεδον τῶν βαρβάρων, συνέβη διαφθαρῆναι συχνοὺς τῶν Περσῶν, πάντας δὲ καταπλαγέντας τὴν τῶν θεῶν ἐνέργειαν φυγεῖν ἐκ τῶν τόπων. τὸ μὲν οὖν ἐν Δελφοῖς μαντεῖον 4 10 δαιμονίᾳ τινὶ προνοίᾳ τὴν σύλησιν διέφυγεν· οἱ δὲ Δελφοὶ τῆς τῶν θεῶν ἐπιφανείας ἀθάνατον ὑπό- μνημα καταλιπεῖν τοῖς μεταγενεστέροις βουλόμενοι, τρόπαιον ἔστησαν παρὰ τὸ τῆς Προναίας Ἀθηνᾶς ἱερόν, ἐν ᾧ τόδε τὸ ἐλεγεῖον ἐνέγραψαν, 15 μναμά τ᾿ ἀλεξάνδρου πολέμου καὶ μάρτυρα νίκας Δελφοί με στᾶσαν, Ζανὶ χαριζόμενοι σὺν Φοίβῳ, πτολίπορθον ἀπωσάμενοι στίχα Μήδων καὶ χαλκοστέφανον ῥυσάμενοι τέμενος. Ξέρξης δὲ διὰ τῆς Βοιωτίας διεξιὼν τὴν μὲν τῶν 5 20 Θεσπιέων χώραν κατέφθειρε, τὰς δὲ Πλαταιὰς ἐρή- μους οὔσας ἐνέπρησεν· οἱ γὰρ ἐν ταῖς πόλεσι ταύ- ταις κατοικοῦντες ἐπεφεύγεσαν εἰς Πελοπόννησον πανδημεί. μετὰ δὲ ταῦτα εἰς τὴν Ἀττικὴν ἐμβα- λόντες τὴν μὲν χώραν ἐδῄωσαν, τὰς δὲ Ἀθήνας 25 κατέσκαψαν καὶ τοὺς τῶν θεῶν ναοὺς ἐνέπρησαν.
2 et 13 προνοίας cod., corr. Meursius (Herod. VIII 37) 3 παραδόξων cod., corr. Dind. μεγάλων καὶ] καὶ μεγά- λων καὶ PAL, καὶ μεγάλων cet., τε μεγάλων καὶ Dind. 6 εἰς] ἐς P 10 ἀπέφυγεν P 15 μνάμα ξέρξου P (μνᾶμ᾿ ἀλεξάνδρου P¹?); μνᾶμα μ᾿ FL, μνᾶμαν Reiske 18 χαλ- κοστέφανον Wieseler