Textus Originalis

Ol. 75, 1 : 480 a. Chr. 245

τοῦ δὲ βασιλέως περὶ ταῦτα διατρίβοντος, κατέ- πλευσεν ὁ στόλος ἐκ τῆς Εὐβοίας εἰς τὴν Ἀττικήν, πεπορθηκὼς τήν τε Εὔβοιαν καὶ τὴν παράλιον τῆς Ἀττικῆς. 15 Κατὰ δὲ τοῦτον τὸν καιρὸν Κερκυραῖοι μὲν 5 πληρώσαντες ἑξήκοντα τριήρεις διέτριβον περὶ τὴν Πελοπόννησον, ὡς μὲν αὐτοί φασιν, οὐ δυνάμενοι κάμψαι τὸ περὶ τὸν Μαλέαν ἀκρωτήριον, ὡς δέ τινες τῶν συγγραφέων ἱστοροῦσι, καραδοκοῦντες τὰς τοῦ πολέμου ῥοπάς, ὅπως Περσῶν μὲν κρατησάντων 10 ἐκείνοις δῶσιν ὕδωρ καὶ γῆν, τῶν δ᾿ Ἑλλήνων νι- 2 κώντων δόξωσιν αὐτοῖς βεβοηθηκέναι. οἱ δὲ περὶ τὴν Σαλαμῖνα διατρίβοντες Ἀθηναῖοι, θεωροῦντες τὴν Ἀττικὴν πυρπολουμένην καὶ τὸ τέμενος τῆς Ἀθηνᾶς ἀκούοντες κατεσκάφθαι, δεινῶς ἠθύμουν. 15 ὁμοίως δὲ καὶ τοὺς ἄλλους Ἕλληνας πολὺς κατεῖχε φόβος πανταχόθεν συνεληλαμένους εἰς αὐτὴν τὴν Πελοπόννησον. ἔδοξεν οὖν αὐτοῖς πάντας τοὺς ἐφ᾿ ἡγεμονίας τεταγμένους συνεδρεῦσαι καὶ βουλεύσα- σθαι, κατὰ ποίους τόπους συμφέρει ποιεῖσθαι τὴν 20 3 ναυμαχίαν. πολλῶν δὲ καὶ ποικίλων λόγων ῥηθέν- των, οἱ μὲν Πελοποννήσιοι, τῆς ἰδίας μόνον ἀσφα- λείας φροντίζοντες, ἔφασαν δεῖν περὶ τὸν Ἰσθμὸν συστήσασθαι τὸν ἀγῶνα· τετειχισμένου γὰρ αὐτοῦ καλῶς, ἐάν τι περὶ τὴν ναυμαχίαν γένηται πταῖσμα, 25 δυνήσεσθαι τοὺς ἠτυχηκότας εἰς ἑτοιμοτάτην ἀσφά- 416 λειαν καταφυγεῖν τὴν Πελοπόννησον· ἐὰν δὲ συγ-

8 τὸν om. v. μαλέ+αν (eras. ι) P 11 δῶσιν P, δώ- σειν v. 19 ἡγεμονίᾳ FJ 20 ποιεῖσθαι Dind., πεποιῆσθαι cod. 21 λόγων om. v. (cf. 18, 55, 2. 17, 73, 5)