Textus Originalis

246 DIODOR. XI 14. 15. 16.

κλείσωσιν ἑαυτοὺς εἰς μικρὰν νῆσον τὴν Σαλαμῖνα, δυσβοηθήτοις κακοῖς περιπεσεῖσθαι. Θεμιστοκλῆς 4 δὲ συνεβούλευσε περὶ τὴν Σαλαμῖνα ποιεῖσθαι τὸν ἀγῶνα τῶν νεῶν· πολλὰ γὰρ πλεονεκτήσειν ἐν ταῖς 5 στενοχωρίαις τοὺς ὀλίγοις σκάφεσι διαγωνιζομένους πρὸς πολλαπλασίας ναῦς. καθόλου δὲ τὸν περὶ τὸν Ἰσθμὸν τόπον ἀπεφαίνετο παντελῶς ἄθετον ἔσεσθαι πρὸς τὴν ναυμαχίαν· ἔσεσθαι γὰρ πελάγιον τὸν ἀγῶνα, καὶ τοὺς Πέρσας διὰ τὴν εὐρυχωρίαν ῥᾳ- 10 δίως καταπονήσεσθαι τὰς ὀλίγας ναῦς ταῖς πολλα- πλασίαις. ὁμοίως δὲ καὶ ἄλλα πολλὰ διαλεχθεὶς οἰκεῖα τῆς περιστάσεως, ἅπαντας ἔπεισεν αὐτῷ συμ- ψήφους γενέσθαι τοῦτον τὸν τρόπον. Τέλος δὲ κοινοῦ δόγματος γενομένου περὶ Σα- 16 15 λαμῖνα ναυμαχεῖν, οἱ μὲν Ἕλληνες παρεσκευάζοντο τὰ πρὸς τοὺς Πέρσας καὶ πρὸς τὸν κίνδυνον. ὁ δ᾿ οὖν Εὐρυβιάδης παραλαβὼν τὸν Θεμιστοκλέα πα- ρακαλεῖν ἐπεχείρει τὰ πλήθη καὶ προτρέπεσθαι πρὸς τὸν ἐπιφερόμενον κίνδυνον. οὐ μὴν τὸ πλῆθος 20 ὑπήκουεν, ἀλλὰ πάντων καταπεπληγμένων τὸ μέγε- θος τῶν Περσικῶν δυνάμεων οὐδεὶς προσεῖχε τοῖς ἡγεμόσιν, ἀλλ᾿ ἕκαστος ἐκ τῆς Σαλαμῖνος ἐκπλεῖν ἔσπευδεν εἰς τὴν Πελοπόννησον. οὐδὲν δ᾿ ἧττον 2 καὶ τὸ πεζὸν στρατόπεδον τῶν Ἑλλήνων ἐδεδίει τὰς 25 τῶν πολεμίων δυνάμεις, ἥ τε τῶν περὶ Θερμοπύλας ἀπώλεια τῶν ἀξιολογωτάτων ἀνδρῶν παρείχετο κατά- πληξιν, καὶ τὰ περὶ τὴν Ἀττικὴν συμπτώματα πρὸ ὀφθαλμῶν ὄντα πολλὴν ἀθυμίαν ἐνεποίει τοῖς Ἕλ-

8 πρὸς] περὶ P 12 αὐτῷ Wess. 15 Ἕλληνες] ἡγε- μόνες Sintenis 24 πεζικὸν P, Περσικὸν v.