Textus Originalis
Ol. 75, 1 : 480 a. Chr. 247
3 λησιν. οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων ὁρῶντες τὴν τῶν ὄχλων ταραχὴν καὶ τὴν ὅλην ἔκπληξιν, ἐψηφί- σαντο διατειχίζειν τὸν Ἰσθμόν. καὶ ταχὺ τῶν ἔργων συντελεσθέντων διὰ τὴν προθυμίαν καὶ τὸ πλῆθος τῶν ἐργαζομένων, οἱ μὲν Πελοποννήσιοι ὠχύρουν 5 τὸ τεῖχος, διατεῖνον ἐπὶ σταδίους τετταράκοντα ἀπὸ Λεχαίου μέχρι Κεγχρεῶν, οἱ δ᾿ ἐν τῇ Σαλαμῖνι δια- τρίβοντες μετὰ παντὸς τοῦ στόλου κατεπλάγησαν ἐπὶ τοσοῦτον, ὥστε μηκέτι πειθαρχεῖν τοῖς ἡγεμόσιν. 17 ὁ δὲ Θεμιστοκλῆς ὁρῶν τὸν μὲν ναύαρχον Εὐρυ- 10 βιάδην μὴ δυνάμενον περιγενέσθαι τῆς τοῦ πλήθους ὁρμῆς, τὰς δὲ περὶ Σαλαμῖνα δυσχωρίας δύνασθαι πολλὰ συμβαλέσθαι πρὸς τὴν νίκην, ἐμηχανήσατό τι τοιοῦτον· ἔπεισέ τινα πρὸς τὸν Ξέρξην αὐτομο- λῆσαι καὶ διαβεβαιώσασθαι, διότι μέλλουσιν αἱ κατὰ 15 Σαλαμῖνα νῆες ἀποδιδράσκειν ἐκ τῶν τόπων καὶ 2 πρὸς τὸν Ἰσθμὸν ἀθροίζεσθαι. διόπερ ὁ βασιλεὺς διὰ τὴν πιθανότητα τῶν προσαγγελθέντων πιστεύ- σας, ἔσπευδε κωλῦσαι τὰς ναυτικὰς δυνάμεις τῶν Ἑλλήνων τοῖς πεζοῖς στρατοπέδοις πλησιάζειν. εὐθὺς 20 οὖν τὸ τῶν Αἰγυπτίων ναυτικὸν ἐξέπεμψε, προσ- τάξας ἐμφράττειν τὸν μεταξὺ πόρον τῆς τε Σαλα- 417 μίνος καὶ τῆς Μεγαρίδος χώρας. τὸ δὲ ἄλλο πλῆθος τῶν νεῶν ἐξέπεμψεν ἐπὶ τὴν Σαλαμῖνα, προστάξας ἐξάπτεσθαι τῶν πολεμίων καὶ ναυμαχίᾳ κρίνειν τὸν 25 ἀγῶνα. ἦσαν δὲ αἱ τριήρεις διατεταγμέναι κατὰ ἔθνος ἑξῆς, ἵνα διὰ τὴν ὁμοφωνίαν καὶ γνῶσιν 3 προθύμως ἀλλήλοις βοηθῶσιν. οὕτω δὲ ταχθέντος
7 κεγχραίων P 14 τὸν om. P