Textus Originalis

248 DIODOR. XI 16. 17. 18.

τοῦ ναυτικοῦ στόλου, τὸ μὲν δεξιὸν κέρας ἐπεῖχον Φοίνικες, τὸ δ᾿ εὐώνυμον οἱ μετὰ τῶν Περσῶν ὄν- τες Ἕλληνες. οἱ δὲ τῶν Ἰώνων ἡγεμόνες ἀπέστει- λαν ἄνδρα Σάμιον πρὸς τοὺς Ἕλληνας τὸν διασα- 5 φήσοντα περὶ τῶν δεδογμένων τῷ βασιλεῖ καὶ περὶ τῆς ὅλης ἐκτάξεως, καὶ διότι κατὰ τὴν μάχην ἀπο- στήσονται τῶν βαρβάρων. τοῦ δὲ Σαμίου λάθρᾳ 4 διανηξαμένου καὶ περὶ τούτου διασαφήσαντος τοῖς περὶ τὸν Εὐρυβιάδην, ὁ μὲν Θεμιστοκλῆς, κατὰ νοῦν 10 αὐτῷ προκεχωρηκότος τοῦ στρατηγήματος, περιχα- ρὴς ἦν καὶ τὰ πλήθη παρεκάλεσεν εἰς τὸν κίνδυ- νον, οἱ δ᾿ Ἕλληνες ἐπὶ τῇ τῶν Ἰώνων ἐπαγγελίᾳ θαρρήσαντες, καὶ τῆς περιστάσεως βιαζομένης αὐ- τοὺς παρὰ τὴν ἰδίαν προαίρεσιν ναυμαχεῖν, ἀπὸ τῆς 15 Σαλαμῖνος προθύμως συγκατέβαινον εἰς τὴν ναυ- μαχίαν. τέλος δὲ τῶν περὶ τὸν Εὐρυβιάδην καὶ 18 Θεμιστοκλέα διαταξάντων τὰς δυνάμεις, τὸ μὲν εὐ- ώνυμον μέρος ἐπεῖχον Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, πρὸς τὸ τῶν Φοινίκων ναυτικὸν ἀντιταχθησόμενοι· 20 μεγάλην γὰρ οἱ Φοίνικες ὑπεροχὴν εἶχον διά τε τὸ πλῆθος καὶ διὰ τὴν ἐκ προγόνων ἐν τοῖς ναυτικοῖς ἔργοις ἐμπειρίαν· Αἰγινῆται δὲ καὶ Μεγαρεῖς τὸ 2 δεξιὸν κέρας ἀνεπλήρουν· οὗτοι γὰρ ἐδόκουν εἶναι ναυτικώτατοι μετὰ τοὺς Ἀθηναίους καὶ μάλιστα 25 φιλοτιμήσεσθαι διὰ τὸ μόνους τῶν Ἑλλήνων μηδε- μίαν ἔχειν καταφυγήν, εἴ τι συμβαίη πταῖσμα κατὰ τὴν ναυμαχίαν· τὴν δὲ μέσην τάξιν ἐπεῖχε τὸ λοι- πὸν τῶν Ἑλλήνων πλῆθος. οὗτοι μὲν οὖν τοῦτον

6 διότι P¹, ὅτι P² 25 φιλοτιμηθήσεσθαι cod. (cf. I p. XL) 26 συμβαίνει P