Textus Originalis

Ol. 75, 1 : 480 a. Chr. 249

τὸν τρόπον συνταχθέντες ἐξέπλευσαν, καὶ τὸν πόρον 3 μεταξὺ Σαλαμῖνος καὶ Ἡρακλείου κατεῖχον· ὁ δὲ βασιλεὺς τῷ μὲν ναυάρχῳ προσέταξεν ἐπιπλεῖν τοῖς πολεμίοις, αὐτὸς δ᾿ εἰς τὸν ἐναντίον τόπον τῆς Σα- λαμῖνος παρῆλθεν, ἐξ οὗ θεωρεῖν ἦν τὴν ναυμαχίαν 5 4 γινομένην. οἱ δὲ Πέρσαι τὸ μὲν πρῶτον πλέοντες διετήρουν τὴν τάξιν, ἔχοντες πολλὴν εὐρυχωρίαν· ὡς δ᾿ εἰς τὸ στενὸν ἦλθον, ἠναγκάζοντο τῶν νεῶν τινας ἀπὸ τῆς τάξεως ἀποσπᾶν, καὶ πολὺν ἐποίουν 5 θόρυβον. ὁ δὲ ναύαρχος προηγούμενος τῆς τάξεως 10 καὶ πρῶτος συνάψας μάχην διεφθάρη λαμπρῶς ἀγω- νισάμενος. τῆς δὲ νεὼς βυθισθείσης, ταραχὴ κα- τέσχε τὸ ναυτικὸν τῶν βαρβάρων· πολλοὶ μὲν γὰρ ἦσαν οἱ προστάττοντες, οὐ ταὐτὰ δ᾿ ἕκαστος παρήγ- γελλε. διὸ καὶ τοῦ πλεῖν εἰς τοὔμπροσθεν ἐπέσχον, 15 ἀνακωχεύοντες δ᾿ ἀνεχώρουν εἰς τὴν εὐρυχωρίαν. 6 οἱ δὲ Ἀθηναῖοι θεωροῦντες τὴν ταραχὴν τῶν βαρ- βάρων ἐπέπλεον τοῖς πολεμίοις, καὶ τὰς μὲν τοῖς ἐμβόλοις ἔτυπτον, ὧν δὲ τοὺς ταρσοὺς παρέσυρον· 418 τῆς δ᾿ εἰρεσίας οὐχ ὑπηρετούσης, πολλαὶ τῶν Περ- 20 σῶν τριήρεις πλάγιαι γινόμεναι ταῖς ἐμβολαῖς πυ- κνῶς κατετιτρώσκοντο. διὸ καὶ πρύμναν μὲν ἀνα- κρούεσθαι κατέπαυσαν, εἰς τοὐπίσω δὲ πλέουσαι 19προτροπάδην ἔφευγον. τῶν δὲ Φοινισσῶν καὶ Κυ- πρίων νεῶν ὑπὸ τῶν Ἀθηναίων χειρουμένων, αἱ 25 τῶν Κιλίκων καὶ Παμφύλων, ἔτι δὲ [καὶ] Λυκίων νῆες, ἐχόμεναι τούτων οὖσαι, τὸ μὲν πρῶτον εὐρώ-

4 τόπον] λόφον Reiske 5 ἦν om. P et post γινομέ- νην in margine add. ἔμελλεν P¹ 20 δ᾿ εἰρεσίας P, διη- ρεσίας AFKL 21 τοῖς ἐμβόλοις Cobet 26 καὶ om. P