Textus Originalis

250 DIODOR. XI 18. 19.

στως ἀντείχοντο, ὡς δ᾿ εἶδον τὰς κρατίστας ναῦς πρὸς φυγὴν ὡρμημένας, καὶ αὐταὶ τὸν κίνδυνον ἐξέλιπον. ἐπὶ δὲ θατέρου κέρατος γενομένης καρ- 2 τερᾶς ναυμαχίας μέχρι μέν τινος ἰσόρροπος ἦν ὁ 5 κίνδυνος· ὡς δὲ οἱ Ἀθηναῖοι πρὸς τὴν γῆν κατα- διώξαντες τοὺς Φοίνικας καὶ Κυπρίους ἐπέστρεψαν, ἐκβιασθέντες ὑπὸ τούτων ἐτράπησαν οἱ βάρβαροι καὶ πολλὰς ναῦς ἀπέβαλον. οἱ μὲν οὖν Ἕλληνες 3 τούτον τὸν τρόπον προτερήσαντες ἐπιφανεστάτῃ ναυ- 10 μαχίᾳ τοὺς βαρβάρους ἐνίκησαν· κατὰ δὲ τὸν κίν- δυνον διεφθάρησαν νῆες τῶν μὲν Ἑλλήνων τεττα- ράκοντα, τῶν δὲ Περσῶν ὑπὲρ τὰς διακοσίας χωρὶς τῶν σὺν αὐτοῖς ἀνδράσι ληφθεισῶν. ὁ δὲ βασι- 4 λεὺς παρ᾿ ἐλπίδας ἡττημένος τῶν μὲν Φοινίκων τῶν 15 ἀρξάντων τῆς φυγῆς τοὺς αἰτιωτάτους ἀπέκτεινε, τοῖς δ᾿ ἄλλοις ἠπείλησεν ἐπιθήσειν τὴν προσήκου- σαν τιμωρίαν. οἱ δὲ Φοίνικες φοβηθέντες τὰς ἀπει- λὰς τὸ μὲν πρῶτον εἰς τὴν Ἀττικὴν κατέπλευσαν, τῆς δὲ νυκτὸς ἐπιγενομένης ἀπῆραν εἰς τὴν Ἀσίαν. 20 Θεμιστοκλῆς δὲ δόξας αἴτιος γενέσθαι τῆς νίκης, 5 ἕτερον οὐκ ἔλαττον τούτου στρατήγημα ἐπενόησε. φοβουμένων γὰρ τῶν Ἑλλήνων πεζῇ διαγωνίζεσθαι πρὸς τοσαύτας μυριάδας, ἐταπείνωσε πολὺ τὰς δυ- νάμεις τῶν πεζῶν στρατοπέδων τοιῷδέ τινι τρόπῳ. 25 τὸν παιδαγωγὸν τῶν ἰδίων υἱῶν ἀπέστειλε πρὸς τὸν Ξέρξην δηλώσοντα, διότι μέλλουσιν οἱ Ἕλληνες πλεύ- σαντες ἐπὶ τὸ ζεῦγμα λύειν τὴν γέφυραν. διόπερ 6 ὁ βασιλεὺς πιστεύσας τοῖς λόγοις διὰ τὴν πιθανό-

2 αὐται AF 11 ναῦς cod.