Textus Originalis

26 DIODORI SICULI

μάλιστα δ᾿ ἡμιόνους, μεγάλους μὲν τοῖς ἀναστή- 2 μασιν, ὑπεράγοντας δὲ ταῖς ῥώμαις. ἀμφότεραι δ᾿ αἱ νῆσοι χώραν ἔχουσιν ἀγαθὴν καρποφόρον καὶ πλῆθος τῶν κατοικούντων ὑπὲρ τοὺς τρισμυρίους, τῶν δὲ πρὸς τὴν τροφὴν γεννημάτων οἶνον μὲν 5 ὁλοσχερῶς οὐ φέρουσι· διὸ καὶ πάντες εἰσὶν ὑπερ- βολῇ πρὸς τὸν οἶνον εὐκατάφοροι, διὰ τὸ σπανίζειν παρ᾿ αὐτοῖς· ἐλαίου δὲ παντελῶς σπανίζοντες κα- τασκευάζουσιν ἐκ τῆς σχίνου, καὶ μιγνύντες ὑείῳ 3 στέατι τὰ σώματα αὑτῶν ἀλείφουσι τούτῳ. μάλιστα 10 δὲ τῶν ἁπάντων ὄντες φιλογύναι προτιμῶσιν αὐ- τὰς ἐπὶ τοσοῦτον, ὥστε ὅταν τινὲς γυναῖκες ὑπὸ τῶν προσπλεόντων λῃστῶν ἁλῶσιν, ἀντὶ μιᾶς γυ- ναικὸς τρεῖς ἢ τέτταρας ἄνδρας διδόντες λυτροῦν- ται. οἰκοῦσι δ᾿ ὑπὸ ταῖς κοιλάσι πέτραις, καὶ παρὰ 15 τοὺς κρημνοὺς ὀρύγματα κατασκευάζοντες καὶ κα- θόλου πολλοὺς τόπους ὑπονόμους ποιοῦντες ἐν τούτοις βιοῦσιν, ἅμα τὴν ἐξ αὐτῶν σκέπην καὶ 4 ἀσφάλειαν θηρώμενοι. ἀργυρῷ δὲ καὶ χρυσῷ νο- 344 μίσματι τὸ παράπαν οὐ χρῶνται, καὶ καθόλου ταῦτα 20 εἰσάγειν εἰς τὴν νῆσον κωλύουσιν· αἰτίαν δὲ ταύ- την ἐπιφέρουσιν, ὅτι τὸ παλαιὸν Ἡρακλῆς ἐστρά- τευσεν ἐπὶ Γηρυόνην, ὄντα Χρυσάορος μὲν υἱόν, πλεῖστον δὲ κεκτημένον ἄργυρόν τε καὶ χρυσόν. ἵν᾿ οὖν ἀνεπιβούλευτον ἔχωσι τὴν κτῆσιν, ἀνεπί- 25 μικτον ἑαυτοῖς ἐποίησαν τὸν ἐξ ἀργύρου τε καὶ χρυσοῦ πλοῦτον. διόπερ ἀκολούθως ταύτῃ τῇ κρί-

2 ῥώμαις] φωναῖς II 4 κατοίκων II τοὺς om. D 11 φιλογύναιοι cod. (cf. I p. LXXIII et Aristot. mir. ausc. 88) 26 ἐποιήσαντο II τε om. D