Textus Originalis
Ol. 75, 1 : 480 a. Chr. 251
τητα, περίφοβος ἐγένετο μὴ τῆς εἰς τὴν Ἀσίαν ἐπα- νόδου στερηθῇ, τῶν Ἑλλήνων θαλαττοκρατούντων, ἔγνω δὲ τὴν ταχίστην διαβαίνειν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν, καταλιπὼν Μαρδόνιον ἐπὶ τῆς Ἑλ- λάδος μετὰ τῶν ἀρίστων ἱππέων τε καὶ πεζῶν, ὧν ὁ 5 σύμπας ἀριθμὸς ὑπῆρχεν οὐκ ἐλάττων τῶν τεττα- ράκοντα μυριάδων. Θεμιστοκλῆς μὲν οὖν δυσὶ στρα- τηγήμασι χρησάμενος μεγάλων προτερημάτων αἴτιος ἐγένετο τοῖς Ἕλλησι. καὶ τὰ μὲν κατὰ τὴν Ἑλλάδα πραχθέντα ἐν τούτοις ἦν. 10 20 Ἡμεῖς δὲ ἀρκούντως διεληλυθότες περὶ τῶν κατὰ τὴν Εὐρώπην πραχθέντων, μεταβιβάσομεν τὴν διήγησιν ἐπὶ τὰς ἑτερογενεῖς πράξεις. Καρχηδόνιοι γὰρ συντεθειμένοι πρὸς Πέρσας τοῖς αὐτοῖς καιροῖς καταπολεμῆσαι τοὺς κατὰ τὴν Σικελίαν Ἕλληνας, 15 μεγάλας παρασκευὰς ἐποιήσαντο τῶν πρὸς τὸν πό- 419 λεμον χρησίμων. ὡς δ᾿ εὐτρεπῆ πάντα αὐτοῖς ὑπῆρχε, στρατηγὸν εἵλοντο Ἀμίλκωνα, τὸν μάλιστα 2 παρ᾿ αὐτοῖς θαυμαζόμενον προκρίναντες. οὗτος δὲ παραλαβὼν πεζάς τε καὶ ναυτικὰς δυνάμεις μεγάλας 20 ἐξέπλευσεν ἐκ τῆς Καρχηδόνος, ἔχων πεζὴν μὲν δύναμιν οὐκ ἐλάττω τῶν τριάκοντα μυριάδων, ναῦς δὲ μακρὰς πλείους τῶν διακοσίων, καὶ χωρὶς πολ- λὰς ναῦς φορτίδας τὰς κομιζούσας τὴν ἀγοράν, ὑπὲρ τὰς τρισχιλίας. οὗτος μὲν οὖν διανύσας τὸ Λιβυ- 25
3 δὲ] δὲ δια P 6 τετταράκοντα] τριάκοντα Wess. (cf. 28, 4 et 30, 1) 10 πραχθέντα] τοῖς Ἕλλησιν add. P 14 συντιθέμενοι cod., corr. Dind. 18 ἁμίλκωνα P, μίλ- κωνα HL, μίλωνα A 23 διακοσίων Dind. (cf. 1, 5 et 37, 1, 3), δισχιλίων cod. πολλὰς del. Madvig 25 τρισχι- λίους P