Textus Originalis

252 DIODOR. XI 19. 20.

κὸν πέλαγος καὶ χειμασθεὶς ἀπέβαλε τῶν σκαφῶν τὰ κομίζοντα τοὺς ἱππεῖς καὶ τὰ ἅρματα. κατα- πλεύσας δὲ τῆς Σικελίας εἰς τὸν ἐν τῷ Πανόρμῳ λιμένα διαπεπολεμηκέναι τὸν πόλεμον ἔφησε· πεφο- 5 βῆσθαι γὰρ μήποτε ἡ θάλασσα τοὺς Σικελιώτας ἐξέληται τῶν κινδύνων. ἐπὶ δὲ τρεῖς ἡμέρας ἀνα- 3 λαβὼν τοὺς στρατιώτας καὶ διορθωσάμενος τὴν ἐν τῷ χειμῶνι γενομένην ναυαγίαν, προῆγε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Ἱμέραν, συμπαραπλέοντος τοῦ 10 ναυτικοῦ. ὡς δ᾿ ἦλθε πλησίον τῆς προειρημένης πόλεως, δύο παρεμβολὰς ἔθετο, τὴν μὲν τῷ πεζῷ στρατεύματι, τὴν δὲ τῇ ναυτικῇ δυνάμει. καὶ τὰς μὲν μακρὰς ναῦς ἁπάσας ἐνεώλκησε καὶ τάφρῳ βα- θείᾳ καὶ τείχει ξυλίνῳ περιέλαβε, τὴν δὲ τῶν πε- 15 ζῶν παρεμβολὴν ὠχύρωσεν ἀντιπρόσωπον ποιήσας τῇ πόλει καὶ παρεκτείνας ἀπὸ τοῦ ναυτικοῦ παρα- τειχίσματος μέχρι τῶν ὑπερκειμένων λόφων. καθό- 4 λου δὲ πᾶν τὸ πρὸς δυσμὰς μέρος καταλαβόμενος, τὴν μὲν ἀγορὰν ἅπασαν ἐκ τῶν φορτίδων νεῶν 20 ἐξείλετο, τὰ δὲ πλοῖα ἅπαντα ταχέως ἐξαπέστειλε, προστάξας ἔκ τε τῆς Λιβύης καὶ Σαρδοῦς σῖτον καὶ τὴν ἄλλην ἀγορὰν κομίζειν. αὐτὸς δὲ τοὺς ἀρίστους 5 τῶν στρατιωτῶν ἀναλαβὼν ἧκεν ἐπὶ τὴν πόλιν, καὶ τῶν Ἱμεραίων τοὺς ἐπεξιόντας τρεψάμενος καὶ πολ- 25 λοὺς ἀνελὼν κατεπλήξατο τοὺς ἐν τῇ πόλει. διὸ καὶ Θήρων ὁ Ἀκραγαντίνων δυνάστης, ἔχων δύνα- μιν ἱκανὴν καὶ παραφυλάττων τὴν Ἱμέραν, φοβηθεὶς εὐθὺς ἀπέστειλεν εἰς τὰς Συρακούσας, ἀξιῶν τὸν

8 γινομένην P, om. FJM 10 ἦλθον P 20 πλοῖα P, λοιπὰ v.