Textus Originalis
Ol. 75, 1 : 480 a. Chr. 253
21 Γέλωνα βοηθεῖν τὴν ταχίστην. ὁ δὲ Γέλων καὶ αὐτὸς ἡτοιμακὼς ἦν τὴν δύναμιν, πυθόμενος δὲ τὴν τῶν Ἱμεραίων ἀθυμίαν ἀνέζευξεν ἐκ τῶν Συρακου- σῶν κατὰ σπουδήν, ἔχων πεζοὺς μὲν οὐκ ἐλάττους τῶν πεντακισμυρίων, ἱππεῖς δὲ ὑπὲρ τοὺς πεντα- 5 κισχιλίους. διανύσας δὲ ταχέως τὴν ὁδὸν καὶ πλη- σιάσας τῇ πόλει τῶν Ἱμεραίων, ἐποίησε θαρρεῖν τοὺς πρότερον καταπεπληγμένους τὰς τῶν Καρχη- 2 δονίων δυνάμεις. αὐτὸς μὲν γὰρ στρατοπεδείαν οἰκείαν βαλόμενος τῶν περὶ τὴν πόλιν τόπων, ταύ- 10 την μὲν ὠχύρωσε τάφρῳ βαθείᾳ καὶ χαρακώματι περιλαβών, τοὺς δ᾿ ἱππεῖς ἅπαντας ἐξαπέστειλεν ἐπὶ τοὺς κατὰ τὴν χώραν πλανωμένους τῶν πολεμίων καὶ περὶ τὰς ὠφελείας διατρίβοντας. οὗτοι δὲ πα- 420 ραδόξως ἐπιφανέντες διεσπαρμένοις ἀτάκτως κατὰ 15 τὴν χώραν, τοσούτους ἀνῆγον αἰχμαλώτους ὅσους ἕκαστος ἄγειν ἠδύνατο. εἰσαχθέντων δὲ αἰχμαλώ- των εἰς τὴν πόλιν πλειόνων ἢ μυρίων, ὁ μὲν Γέλων μεγάλης ἀποδοχῆς ἐτύγχανεν, οἱ δὲ κατὰ τὴν Ἱμέ- 3 ραν κατεφρόνησαν τῶν πολεμίων. ἀκόλουθα δὲ 20 τούτοις πράττων ὁ μὲν Γέλων ἁπάσας τὰς πύλας, ἃς διὰ φόβον πρότερον ἐνῳκοδόμησαν οἱ περὶ Θή- ρωνα, ταύτας τοὐναντίον διὰ τὴν καταφρόνησιν ἐξῳ- κοδόμησε, καὶ ἄλλας προσκατεσκεύασε, δι᾿ ὧν ἦν εὐχρηστεῖσθαι πρὸς τὰς κατεπειγούσας χρείας. κα- 25 θόλου δὲ Γέλων στρατηγίᾳ καὶ συνέσει διαφέρων εὐθὺς ἐζήτει, δι᾿ οὗ τρόπου καταστρατηγήσας τοὺς
10 βαλλόμενος P 16 ὅσους P, ὅσον v. 22 ἀνῳκο- δόμησαν cod., corr. Wess. 25 εὐχρηστεῖσθαι P (ut coni. Madvig), εὔχρηστός τε v. τὰς om. P