Textus Originalis
254 DIODOR. XI 21. 22.
βαρβάρους ἀκινδύνως αὐτῶν ἄρδην ἀνελεῖ τὴν δύ- ναμιν. συνεβάλετο δὲ αὐτῷ καὶ τὸ αὐτόματον πρὸς τὴν ἐπίνοιαν μεγάλα, τοιαύτης γενομένης περιστά- σεως. κρίναντος αὐτοῦ τὰς τῶν πολεμίων ναῦς 4 5 ἐμπρῆσαι, καὶ τοῦ Ἀμίλκα διατρίβοντος μὲν κατὰ τὴν ναυτικὴν στρατοπεδείαν, παρασκευαζομένου δὲ θύειν τῷ Ποσειδῶνι μεγαλοπρεπῶς, ἧκον ἀπὸ τῆς χώρας ἱππεῖς ἄγοντες πρὸς τὸν Γέλωνα βιβλιαφό- ρον ἐπιστολὰς κομίζοντα παρὰ Σελινουντίων, ἐν αἷς 10 ἦν γεγραμμένον, ὅτι πρὸς ἣν ἔγραψεν ἡμέραν Ἀμίλ- κας ἀποστεῖλαι τοὺς ἱππεῖς, πρὸς αὐτὴν ἐκπέμψουσιν. οὔσης δὲ τῆς ἡμέρας ταύτης καθ᾿ ἣν ἔμελλε συν- 5 τελεῖν τὴν θυσίαν Ἀμίλκας, κατὰ ταύτην Γέλων ἀπέστειλεν ἰδίους ἱππεῖς, οἷς ἦν προστεταγμένον 15 περιελθεῖν τοὺς πλησίον τόπους καὶ προσελαύνειν ἅμ᾿ ἡμέρᾳ πρὸς τὴν ναυτικὴν στρατοπεδείαν, ὡς ὄντας Σελινουντίων συμμάχους, γενομένους δ᾿ ἐν- τὸς τοῦ ξυλίνου τείχους τὸν μὲν Ἀμίλκαν ἀποκτεῖ- ναι, τὰς δὲ ναῦς ἐμπρῆσαι. ἐξέπεμψε δὲ καὶ σκοποὺς 20 εἰς τοὺς ὑπερκειμένους λόφους, οἷς προσέταξεν, ὅταν ἴδωσι τοὺς ἱππεῖς γενομένους ἐντὸς τοῦ τεί- χους, ἆραι τὸ σύσσημον. αὐτὸς δ᾿ ἅμ᾿ ἡμέρᾳ τὴν δύναμιν διατεταχὼς ἀνέμενε τὴν ἀπὸ τῶν σκοπῶν ἐσομένην δήλωσιν. τῶν δ᾿ ἱππέων ἅμα τῇ κατὰ τὸν 22 25 ἥλιον ἀνατολῇ προσιππευσάντων τῇ ναυτικῇ τῶν Καρχηδονίων στρατοπεδείᾳ, καὶ προσδεχθέντων ὑπὸ τῶν φυλάκων ὡς συμμάχων, οὗτοι μὲν εὐθὺς προσ-
1 ἀνέλῃ cod., corr. Hert. 11 αὐτήν] αὑτίν Rhod. 15 τόπους] λόφους Reiske 18 τείχους — 21 ἐντὸς τοῦ om. L