Textus Originalis
Ol. 75, 1 : 480 a. Chr. 255
δραμόντες τῷ Ἀμίλκᾳ περὶ τὴν θυσίαν γινομένῳ, τοῦτον μὲν ἀνεῖλον, τὰς δὲ ναῦς ἐνέπρησαν· ἔπειτα τῶν σκοπῶν ἀράντων τὸ σύσσημον, ὁ Γέλων πάσῃ τῇ δυνάμει συντεταγμένῃ προῆγεν ἐπὶ τὴν παρεμ- 2 βολὴν τῶν Καρχηδονίων. οἱ δὲ ἐν τῇ στρατοπεδείᾳ 421 5 τῶν Φοινίκων ἡγεμόνες τὸ μὲν πρῶτον ἐξαγαγόντες τὴν δύναμιν ἀπήντων τοῖς Σικελιώταις καὶ συν- άψαντες μάχην εὐρώστως ἠγωνίζοντο· ὁμοῦ δὲ ταῖς σάλπιγξιν ἐν ἀμφοτέροις τοῖς στρατοπέδοις ἐσήμαι- νον τὸ πολεμικόν, καὶ κραυγὴ τῶν δυνάμεων ἐναλ- 10 λὰξ ἐγίνετο, φιλοτιμουμένων ἀμφοτέρων τῷ μεγέθει 3 τῆς βοῆς ὑπερᾶραι τοὺς ἀντιτεταγμένους. πολλοῦ δὲ γενομένου φόνου, καὶ τῆς μάχης δεῦρο κἀκεῖσε ταλαντευομένης, ἄφνω τῆς κατὰ τὰς ναῦς φλογὸς ἀρθείσης εἰς ὕψος, καί τινων ἀπαγγειλάντων τὸν 15 τοῦ στρατηγοῦ φόνον, οἱ μὲν Ἕλληνες ἐθάρρησαν, καὶ ταῖς φωναῖς καὶ ταῖς ἐλπίσι τῆς νίκης ἐπαρ- θέντες τοῖς φρονήμασιν ἐπέκειντο θρασύτερον τοῖς βαρβάροις, οἱ δὲ Καρχηδόνιοι καταπλαγέντες καὶ 4 τὴν νίκην ἀπογνόντες πρὸς φυγὴν ἐτράπησαν. τοῦ 20 δὲ Γέλωνος παραγγείλαντος μηδένα ζωγρεῖν, πολὺς ἐγένετο φόνος τῶν φευγόντων, καὶ πέρας κατεκό- πησαν αὐτῶν οὐκ ἐλάττους τῶν πεντεκαίδεκα μυ- ριάδων. οἱ δὲ λοιποὶ φυγόντες ἐπί τινα τόπον ἐρυμνὸν τὸ μὲν πρῶτον ἠμύνοντο τοὺς βιαζομένους, 25
1 γενομένῳ AL 4 *προῆγεν] προσήγαγεν FKM, προσ- ῆγεν cet. 6 ἐξάγοντες cod., corr. Eich. 7 Σικελοῖς cod., corr. Wess. 17 ταῖς φωναῖς καὶ (καὶ om. edit.) del. Reiske; ἐθάρρησαν ταῖς ἐμφανεστάταις (ἀσφαλεστάταις Wurm, φανείσαις Madvig); ἐλπίσι τῆς νίκης καὶ ἐπαρθέντες Bezzel 18 τοῖς φρονήμασιν del. Bek. 24 φεύγοντες cod., corr. Dind.