Textus Originalis
256 DIODOR. XI 22. 23.
ἄνυδρον δὲ κατειληφότες τόπον καὶ τῷ δίψει πιεζό- μενοι ἠναγκάσθησαν ἑαυτοὺς παραδοῦναι τοῖς κρα- τοῦσι. Γέλων δὲ ἐπιφανεστάτῃ μάχῃ νικήσας, καὶ 5 ταύτην κατωρθωκὼς μάλιστα διὰ τῆς ἰδίας στρατη- 5 γίας, περιβόητον ἔσχε τὴν δόξαν οὐ μόνον παρὰ τοῖς Σικελιώταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν· οὐδεὶς γὰρ τῶν πρὸ αὑτοῦ μνημονεύεται τοιούτῳ 6 στρατηγήματι κεχρημένος, οὐδὲ πλείονας ἐν μιᾷ παρατάξει κατακόψας τῶν βαρβάρων οὐδὲ πλῆθος 10 αἰχμαλώτων τοσοῦτον χειρωσάμενος. διὸ καὶ πολλοὶ 23 τῶν συγγραφέων παραβάλλουσι ταύτην τὴν μάχην τῇ περὶ Πλαταιὰς γενομένῃ τοῖς Ἕλλησι καὶ στρα- τήγημα τὸ Γέλωνος τοῖς ἐπινοήμασι τοῖς Θεμιστο- κλέους, καὶ τὸ πρωτεῖον διὰ τὰς ἀμφοτέρων ὑπερ- 15 βολὰς τῆς ἀρετῆς οἱ μὲν τούτοις, οἱ δὲ τοῖς ἑτέροις ἀπονέμουσι. καὶ γὰρ τῶν κατὰ τὴν Ἑλλάδα καὶ 2 τῶν κατὰ τὴν Σικελίαν πρὸ τῆς μάχης καταπε- πληγμένων τὸ πλῆθος τῶν βαρβαρικῶν δυνάμεων, οἱ κατὰ Σικελίαν πρότερον νικήσαντες ἐποίησαν 20 τοὺς κατὰ τὴν Ἑλλάδα θαρρῆσαι, πυθομένους τὴν τοῦ Γέλωνος νίκην· καὶ τῶν τὴν ὅλην ἡγεμονίαν παρ᾿ ἀμφοτέροις ἐσχηκότων παρὰ μὲν τοῖς Πέρσαις διαπεφευγέναι τὸν βασιλέα καὶ πολλὰς μυριάδας μετ᾿ αὐτοῦ, παρὰ δὲ τοῖς Καρχηδονίοις μὴ μόνον 25 ἀπολέσθαι τὸν στρατηγόν, ἀλλὰ καὶ τοὺς μετασχόν- τας τοῦ πολέμου κατακοπῆναι, καὶ τὸ δὴ λεγόμενον
12 στρατήγημα τὸ] στρατηγήματα P, στρατηγήματος AFK 16 γὰρ τῶν — τὴν Σικελίαν om. FJKM post δυνάμεων in- serentes: τῶν κατὰ τὴν Ἑλλάδα καὶ κατὰ τὴν Σικελίαν Ἑλ- λήνων 22 Πέρσαις] συνέβη add. Reiske et Madvig 21*