Textus Originalis
Ol. 75, 2 : 479 a. Chr. 257
3 μηδὲ ἄγγελον εἰς τὴν Καρχηδόνα διασωθῆναι. πρὸς 422 δὲ τούτοις τοὺς ἐπιφανεστάτους τῶν ἡγεμόνων παρὰ μὲν τοῖς Ἕλλησι Παυσανίαν καὶ Θεμιστοκλέα, τὸν μὲν ὑπὸ τῶν ἰδίων πολιτῶν θανατωθῆναι διὰ πλεο- νεξίαν καὶ προδοσίαν, τὸν δ᾿ ἐξ ἁπάσης τῆς Ἑλλά- 5 δος ἐξελαθέντα καταφυγεῖν πρὸς τὸν ἐχθρότατον Ξέρξην καὶ παρ᾿ ἐκείνῳ βιῶσαι μέχρι τῆς τελευτῆς, Γέλωνα δὲ μετὰ τὴν μάχην ἀεὶ καὶ μᾶλλον ἀπο- δοχῆς τυγχάνοντα παρὰ τοῖς Συρακοσίοις ἐγγηρᾶσαι τῇ βασιλείᾳ καὶ τελευτῆσαι θαυμαζόμενον, καὶ το- 10 σοῦτον ἰσχῦσαι τὴν πρὸς αὐτὸν εὔνοιαν παρὰ τοῖς πολίταις, ὥστε καὶ τρισὶν ἐκ τῆς οἰκίας τῆς ἐκείνου τὴν ἀρχὴν διαφυλαχθῆναι. Ἀλλὰ γὰρ τούτων οἱ δικαίαν δόξαν κεκτημένοι τοὺς προσήκοντας ἐπαίνους καὶ παρ᾿ ἡμῶν ἔχουσιν, 15 24ἐπὶ δὲ τὸ συνεχὲς τοῖς προειρημένοις μεταβησόμεθα. συνέβη γὰρ τῇ αὐτῇ ἡμέρᾳ τὸν Γέλωνα νικῆσαι καὶ τοὺς περὶ Θερμοπύλας μετὰ Λεωνίδου διαγωνίσα- σθαι πρὸς Ξέρξην, ὥσπερ ἐπίτηδες τοῦ δαιμονίου περὶ τὸν αὐτὸν καιρὸν ποιήσαντος γενέσθαι τήν τε 20 καλλίστην νίκην καὶ τὴν ἐνδοξοτάτην ἧτταν. μετὰ 2 δὲ τὴν γενομένην μάχην πρὸς τῇ πόλει τῶν Ἱμε- ραίων εἴκοσι νῆες μακραὶ διέφυγον τὸν κίνδυνον, ἃς Ἀμίλκας ἐνεώλκησε πρὸς τὰς ἀναγκαίας χρείας. διὸ καὶ τῶν ἀνδρῶν σχεδὸν ἁπάντων τῶν μὲν ἀνῃ- 25 ρημένων, τῶν δὲ ἐζωγρημένων, ἔφθασαν αὗται τὸν ἀπόπλουν ποιησάμεναι. πολλοὺς δὲ τῶν φευγόντων
3 Παυσανίου καὶ Θεμιστοκλέους cod., corr. Steph. 7 τῆς om. v. 12 τῆς οἰκίας τῆς P, τῆς οἰκίας v. 14 γὰρ PL, γὰρ περὶ cet. 23 ναῦς cod. (cf. I p. LXI) 24 Ἀμίλ- κας] ὁ μίλκας P¹; οὐκ add. Rhod. (c. 20, 3)