Textus Originalis
258 DIODOR. XI 23. 24. 25.
ἀναλαβοῦσαι, καὶ διὰ τοῦτο κατάγομοι γενόμεναι, περιέπεσον χειμῶνι καὶ πᾶσι διεφθάρησαν· ὀλίγοι δέ τινες ἐν μικρῷ σκάφει διασωθέντες εἰς Καρχη- δόνα διεσάφησαν τοῖς πολίταις, σύντομον ποιησά- 5 μενοι τὴν ἀπόφασιν, ὅτι πάντες οἱ διαβάντες εἰς τὴν Σικελίαν ἀπολώλασιν. οἱ δὲ Καρχηδόνιοι παρ᾿ 3 ἐλπίδας μεγάλῃ συμφορᾷ περιπεσόντες ἐπὶ τοσοῦτο κατεπλάγησαν, ὥστε τὰς νύκτας ἅπαντας διαγρυπνεῖν φυλάττοντας τὴν πόλιν, ὡς τοῦ Γέλωνος πάσῃ τῇ 10 δυνάμει παραχρῆμα διεγνωκότος πλεῖν τὴν Καρ- χηδόνα. διὰ δὲ τὸ πλῆθος τῶν ἀπολωλότων ἥ τε 4 πόλις ἐπένθησε κοινῇ καὶ κατ᾿ ἰδίαν αἱ τῶν ἰδιω- τῶν οἰκίαι κλαυθμοῦ καὶ πένθους ἐπληροῦντο. οἱ μὲν γὰρ υἱούς, οἱ δὲ ἀδελφοὺς ἐπεζήτουν, πλεῖστοι 15 δὲ παῖδες ὀρφανοὶ πατέρων γεγονότες ἔρημοι ὠδύ- ροντο τόν τε τῶν γεγεννηκότων θάνατον καὶ τὴν ἰδίαν ἐρημίαν τῶν βοηθούντων. οἱ δὲ Καρχηδόνιοι φοβούμενοι μὴ φθάσῃ διαβὰς εἰς Λιβύην Γέλων, εὐθὺς ἐξέπεμψαν πρὸς αὐτὸν πρεσβευτὰς αὐτοκρά- 20 τορας τοὺς δυνατωτάτους εἰπεῖν τε καὶ βουλεύ- σασθαι. Ὁ δὲ Γέλων μετὰ τὴν νίκην τούς τε ἱππεῖς τοὺς 25 ἀνελόντας τὸν Ἀμίλκαν δωρεαῖς ἐτίμησε καὶ τῶν ἄλλων τοὺς ἠνδραγαθηκότας ἀριστείοις ἐκόσμησε. 25 τῶν δὲ λαφύρων τὰ καλλιστεύοντα παρεφύλαξε, βουλόμενος τοὺς ἐν ταῖς Συρακούσαις νεὼς κοσμῆ- 423 σαι τοῖς σκύλοις· τῶν δ᾿ ἄλλων πολλὰ μὲν ἐν Ἱμέρᾳ προσήλωσε τοῖς ἐπιφανεστάτοις τῶν ἱερῶν, τὰ δὲ
19 πρὸς] εἰς P