Textus Originalis

Ol. 75, 1 : 480 a. Chr. 259

λοιπὰ μετὰ τῶν αἰχμαλώτων διεμέρισε τοῖς συμμά- χοις, κατὰ τὸν ἀριθμὸν τῶν συστρατευσάντων τὴν 2 ἀναλογίαν ποιησάμενος. αἱ δὲ πόλεις εἰς πέδας κατέστησαν τοὺς διαιρεθέντας αἰχμαλώτους, καὶ τὰ δημόσια τῶν ἔργων διὰ τούτων ἐπεσκεύαζον. πλεί- 5 στους δὲ λαβόντες Ἀκραγαντῖνοι τήν τε πόλιν αὑ- τῶν καὶ τὴν χώραν ἐκόσμησαν· τοσοῦτον γὰρ παρ᾿ αὐτοῖς τῶν ἡλωκότων ἦν τὸ πλῆθος, ὥστε πολλοὺς τῶν ἰδιωτῶν παρ᾿ αὐτοῖς ἔχειν δεσμώτας πεντακο- σίους. συνεβάλετο γὰρ αὐτοῖς πρὸς τὸ πλῆθος τῶν 10 αἰχμαλώτων οὐ μόνον ὅτι πολλοὺς στρατιώτας ἀπε- σταλκότες ἦσαν ἐπὶ τὴν μάχην, ἀλλὰ καὶ διότι γε- νομένης τῆς τροπῆς πολλοὶ τῶν φευγόντων εἰς τὴν μεσόγειον ἀνεχώρησαν, μάλιστα δὲ εἰς τὴν Ἀκρα- γαντίνων, ὧν ἁπάντων ὑπὸ τῶν Ἀκραγαντίνων 15 3 ζωγρηθέντων ἔγεμεν ἡ πόλις τῶν ἑαλωκότων. πλεί- στων δὲ εἰς τὸ δημόσιον ἀνενεχθέντων, οὗτοι μὲν τοὺς λίθους ἔτεμνον, ἐξ ὧν οὐ μόνον οἱ μέγιστοι τῶν θεῶν ναοὶ κατεσκευάσθησαν, ἀλλὰ καὶ πρὸς τὰς τῶν ὑδάτων ἐκ τῆς πόλεως ἐκροὰς ὑπόνομοι 20 κατεσκευάσθησαν τηλικοῦτοι τὸ μέγεθος, ὥστε ἀξιο- θέατον εἶναι τὸ κατασκεύασμα, καίπερ διὰ τὴν εὐ- τέλειαν καταφρονούμενον. ἐπιστάτης δὲ γενόμενος τούτων τῶν ἔργων ὁ προσαγορευόμενος Φαίαξ διὰ τὴν δόξαν τοῦ κατασκευάσματος ἐποίησεν ἀφ᾿ ἑαυ- 25 4 τοῦ κληθῆναι τοὺς ὑπονόμους φαίακας. κατεσκεύα-

4 κατέδησαν Hert. 6 αὐτῶν P, ἑαυτῶν v. 8 τῶν ἡλωκότων — παρ᾿ αὐτοῖς om. L 10 πρὸς P, om. v. 11 ἀνεχθέντων P 20 ἐκ P, τῶν JK, τῶν ἐκ cet. 21 κατε- σκευάσθησαν abundat