Textus Originalis
260 DIODOR. XI 25. 26.
σαν δὲ οἱ Ἀκραγαντῖνοι καὶ κολυμβήθραν πολυτελῆ, τὴν περίμετρον ἔχουσαν σταδίων ἑπτά, τὸ δὲ βάθος πηχῶν εἴκοσι. εἰς δὲ ταύτην ἐπαγομένων ποτα- μίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον ἐγένετο, 5 πολλοὺς παρεχόμενον ἰχθῦς εἰς τροφὴν καὶ ἀπό- λαυσιν· κύκνων τε πλείστων εἰς αὐτὴν καταπταμένων συνέβη τὴν πρόσοψιν αὐτῆς ἐπιτερπῆ γενέσθαι. ἀλλ᾿ αὕτη μὲν ἐν τοῖς ὕστερον χρόνοις ἀμεληθεῖσα συνεχώσθη καὶ διὰ τὸ πλῆθος τοῦ χρόνου κατε- 10 φθάρη, τὴν δὲ χώραν ἅπασαν ἀγαθὴν οὖσαν ἀμπε- 5 λόφυτον ἐποίησαν καὶ δένδρεσι παντοίοις πεπυκνω- μένην, ὥστε λαμβάνειν ἐξ αὐτῆς μεγάλας προσόδους. Γέλων δὲ τοὺς συμμάχους ἀπολύσας τοὺς πολί- τας ἀπήγαγεν εἰς τὰς Συρακούσας, καὶ διὰ τὸ μέ- 15 γεθος τῆς εὐημερίας ἀποδοχῆς ἐτύγχανεν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ καθ᾿ ὅλην τὴν Σι- κελίαν· ἐπήγετο γὰρ αἰχμαλώτων τοσοῦτο πλῆθος, ὥστε δοκεῖν ὑπὸ τῆς νήσου γεγονέναι τὴν Λιβύην ὅλην αἰχμάλωτον. εὐθὺς δὲ καὶ τῶν πρότερον ἐναν- 26 20 τιουμένων πόλεών τε καὶ δυναστῶν παρεγένουτο πρὸς αὐτὸν πρέσβεις, ἐπὶ μὲν τοῖς ἠγνοημένοις αἰτούμενοι συγγνώμην, εἰς δὲ τὸ λοιπὸν ἐπαγγελλόμενοι πᾶν ποιήσειν τὸ προσταττόμενον. ὁ δὲ πᾶσιν ἐπιεικῶς χρησάμενος συμμαχίαν συνετίθετο, καὶ τὴν εὐτυχίαν 25 ἀνθρωπίνως ἔφερεν οὐκ ἐπὶ τούτων μόνον, ἀλλὰ 424 καὶ ἐπὶ τῶν πολεμιωτάτων Καρχηδονίων. παρα- 2
3 εἴκοσιν v. ποταμῶν cod., corr. Coraes ad Athe- naeum XII 59 5 τρυφὴν v. 6 πλείστων P, πλῆθος v. (et Athen. 1. c.) καταπταμένους AL 7 αὐτὴν P 8 αὕτη P, αὐτὴ v. 14 καὶ om. v.