Textus Originalis

Ol. 75, 1 : 480 a. Chr. 261

γενομένων γὰρ πρὸς αὐτὸν ἐκ τῆς Καρχηδόνος τῶν ἀπεσταλμένων πρέσβεων καὶ μετὰ δακρύων δεομέ- νων ἀνθρωπίνως αὐτοῖς χρήσασθαι, συνεχώρησε τὴν εἰρήνην, ἐπράξατο δὲ παρ᾿ αὐτῶν τὰς εἰς τὸν πόλεμον γεγενημένας δαπάνας, ἀργυρίου δισχίλια 5 τάλαντα, καὶ δύο ναοὺς προσέταξεν οἰκοδομῆσαι, 3 καθ᾿ οὓς ἔδει τὰς συνθήκας ἀνατεθῆναι. οἱ δὲ Καρχηδόνιοι παραδόξως τῆς σωτηρίας τετευχότες ταῦτά τε δώσειν προσεδέξαντο καὶ στέφανον χρυ- σοῦν τῇ γυναικὶ τοῦ Γέλωνος Δαμαρέτῃ προσωμο- 10 λόγησαν. αὕτη γὰρ ὑπ᾿ αὐτῶν ἀξιωθεῖσα συνήρ- γησε πλεῖστον εἰς τὴν σύνθεσιν τῆς εἰρήνης, καὶ στεφανωθεῖσα ὑπ᾿ αὐτῶν ἑκατὸν ταλάντοις χρυσίου, νόμισμα ἐξέκοψε τὸ κληθὲν ἀπ᾿ ἐκείνης Δαμαρέ- τειον· τοῦτο δ᾿ εἶχε μὲν Ἀττικὰς δραχμὰς δέκα, 15 ἐκλήθη δὲ παρὰ τοῖς Σικελιώταις ἀπὸ τοῦ σταθμοῦ 4 πεντηκοντάλιτρον. ὁ δὲ Γέλων ἐχρῆτο πᾶσιν ἐπιει- κῶς, μάλιστα μὲν εἰς τὸν ἴδιον τρόπον, οὐχ ἥκιστα δὲ καὶ σπεύδων ἅπαντας ἔχειν ταῖς εὐνοίαις ἰδίους· παρεσκευάζετο γὰρ πολλῇ δυνάμει πλεῖν ἐπὶ τὴν 20 Ἑλλάδα καὶ συμμαχεῖν τοῖς Ἕλλησι κατὰ τῶν Περ- 5 σῶν. ἤδη δ᾿ αὐτοῦ μέλλοντος ποιεῖσθαι τὴν ἀνα- γωγήν, κατέπλευσάν τινες ἐκ Κορίνθου διασαφοῦν- τες νενικηκέναι τῇ ναυμαχίᾳ τοὺς Ἕλληνας περὶ Σαλαμῖνα, καὶ τὸν Ξέρξην μετὰ μέρους τῆς δυνά- 25 μεως ἐκ τῆς Εὐρώπης ἀπηλλάχθαι. διὸ καὶ τῆς ὁρμῆς

8 τῆς σ. παραδόξως v. 9 ταῦτα τ᾿ ἐμπεδώσειν Reiske; δώσειν iuxta προσωμολόγησαν.ponit Hert. 10 δημαρέτῃ P² 11 αὐτὴ v. 14 δαμαρέτειον P¹F, δημαρέτειον P², δαμα- ρέτιον cet. 15 εἶχεν μὲν P, εἶχεν v. 17 ἐχρῆτο] γὰρ add. P 18 εἰς P, διὰ v. 22 δὲ αὐτοῦ P, δὲ τούτου v.