Textus Originalis
270 DIODOR. XI 31. 32. 33.
θει τῶν βελῶν διαφθειρόμενοι τὸν θάνατον εὐψύ- χως ὑπέμενον. οὐ μήν γε τὴν ὁρμὴν καὶ βίαν τῶν 4 Ἑλλήνων ἔστεγεν οὔτε τὸ κατεσκευασμένον τεῖχος οὔτε τὸ πλῆθος τῶν βαρβάρων, ἀλλ᾿ ἅπαν τὸ ἀν- 5 τιτεταγμένον ὑπείκειν ἠναγκάζετο· ἤμιλλῶντο γὰρ πρὸς ἀλλήλους οἵ τῆς Ἑλλάδος ἡγούμενοι Λακεδαι- μόνιοι καὶ Ἀθηναῖοι, μεμετεωρισμένοι μὲν ταῖς προ- γεγενημέναις νίκαις, πεποιθότες δὲ ταῖς ἑαυτῶν ἀρεταῖς. τέλος δὲ κατὰ κράτος ἁλόντες οἱ βάρβαροι, 5 10 δεόμενοι ζωγρεῖν οὐδενὸς ἐτύγχανον ἐλέου. ὁ γὰρ στρατηγὸς τῶν Ἑλλήνων Παυσανίας ὁρῶν τοῖς πλή- θεσιν ὑπερέχοντας τοὺς βαρβάρους, εὐλαβεῖτο μή τι παράλογον γένηται, πολλαπλασίων ὄντων τῶν βαρβάρων· διὸ καὶ παραγγείλαντος αὐτοῦ μηδένα 15 ζωγρεῖν, ταχὺ πλῆθος ἄπιστον νεκρῶν ἐγένετο. τέ- λος δὲ οἱ Ἕλληνες ὑπὲρ τὰς δέκα μυριάδας τῶν βαρβάρων κατακόψαντες μόγις ἐπαύσαντο τοῦ κτεί- νειν τοὺς πολεμίους. Τοιούτου δὲ πέρας τῆς μάχης λαβούσης, οἱ μὲν 33 20 Ἕλληνες τοὺς πεσόντας ἔθαψαν, ὄντας πλείους τῶν μυρίων. διελόμενοι δὲ τὰ λάφυρα κατὰ τὸν τῶν στρατιωτῶν ἀριθμὸν τὴν περὶ τῶν ἀριστείων κρί- σιν ἐποιήσαντο, καὶ χάριτι δουλεύσαντες ἔκριναν 430 ἀριστεῦσαι πόλιν μὲν Σπάρτην, ἄνδρα δὲ Παυσα- 25 νίαν τὸν Λακεδαιμόνιον. Ἀρτάβαζος δ᾿ ἔχων τῶν φευγόντων Περσῶν εἰς τετρακισμυρίους, καὶ διὰ
4 ἀλλὰ πᾶν v. 21 διελόμενοι τὰ — τὴν δὲ περὶ cod., corr. Dind. 23 χάριτι δουλεύσαντες Rhod., χαριτίδου κελεύσαντος cod., χάριτι τοῦ κελεύσαντος Reiske 25 τῶν Dind., τοὺς τῶν cod.