Textus Originalis

Ol. 75, 2 : 479 a. Chr. 271

τῆς Φωκίδος εἰς Μακεδονίαν πορευθείς, ὀξυτάταις πορείαις ἐχρῆτο, καὶ ἐσώθη μετὰ τῶν στρατιωτῶν 2 εἰς τὴν Ἀσίαν. οἱ δ᾿ Ἕλληνες ἐκ τῶν λαφύρων δε- κάτην ἐξελόμενοι κατεσκεύασαν χρυσοῦν τρίποδα, καὶ ἀνέθηκαν εἰς Δελφοὺς χαριστήριον τῷ θεῷ, 5 ἐπιγράψαντες ἐλεγεῖον τόδε, Ἑλλάδος εὐρυχόρου σωτῆρες τόνδ᾿ ἀνέθηκαν, δουλοσύνης στυγερᾶς ῥυσάμενοι πόλιας. ἐπέγραψαν δὲ καὶ τοῖς ἐν Θερμοπύλαις ἀποθανοῦσι Λακεδαιμονίοις κοινῇ μὲν ἅπασι τόδε, 10 μυριάσιν ποτὲ τῇδε διηκοσίαις ἐμάχοντο ἐκ Πελοποννήσου χιλιάδες τέτορες, ἰδίᾳ δὲ αὐτοῖς τόδε, ὦ ξεῖν᾿, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις. 15 3 ὁμοίως δὲ καὶ ὁ τῶν Ἀθηναίων δῆμος ἐκόσμησε τοὺς τάφους τῶν ἐν τῷ Περσικῷ πολέμῳ τελευτησάν- των, καὶ τὸν ἀγῶνα τὸν ἐπιτάφιον τότε πρῶτον ἐποίησε, καὶ νόμον ἔθηκε λέγειν ἐγκώμια τοῖς δη- μοσίᾳ θαπτομένοις τοὺς προαιρεθέντας τῶν ῥητό- 20 4 ρων. μετὰ δὲ ταῦτα Παυσανίας μὲν ὁ στρατηγὸς ἀναλαβὼν τὴν δύναμιν ἐστράτευσεν ἐπὶ τὰς Θήβας, καὶ τοὺς αἰτίους τῆς πρὸς Πέρσας συμμαχίας ἐξῄ- τει πρὸς τὴν τιμωρίαν· τῶν δὲ Θηβαίων καταπε- πληγμένων τό τε πλῆθος τῶν πολεμίων καὶ τὰς 25

5 χαριστήριον τῷ θεῷ P, om. v. 10 Λακεδαιμόνιοι Sintenis, del. Dind. 11 διακοσίαις v., τριηκοσίαις Herod. VII 228 13 αὐτοῖς] αὐτοὶ Sintenis, τοῖς Λακεδαιμονίοις Dind. 14 ξένε cod. ἄγγελον P 19 ἐγκώμιον v. 23 πρὸς Πέρσας Dind., προτέρας cod. 24 τὴν om. L