Textus Originalis

272 DIODOR. XI 33. 34.

ἀρετάς, οἱ μὲν αἰτιώτατοι τῆς ἀπὸ τῶν Ἑλλήνων ἀποστάσεως ἑκουσίως ὑπομείναντες τὴν παράδοσιν ἐκολάσθησαν ὑπὸ τοῦ Παυσανίου καὶ πάντες ἀνῃ- ρέθησαν. 5 Ἐγένετο δὲ καὶ κατὰ τὴν Ἰωνίαν τοῖς Ἕλλησι 34 μεγάλη μάχη πρὸς Πέρσας κατὰ τὴν αὐτὴν ἡμέραν τῇ περὶ τὰς Πλαταιὰς συντελεσθείσῃ, περὶ ἧς μέλ- λοντες γράφειν ἀναληψόμεθα τὴν ἀπ᾿ ἀρχῆς διή- γησιν. Λεωτυχίδης γὰρ ὁ Λακεδαιμόνιος καὶ Ξάν- 2 10 θιππος ὁ Ἀθηναῖος ἡγούμενοι τῆς ναυτικῆς δυνάμεως, καὶ τὸν στόλον ἐκ τῆς περὶ Σαλαμῖνα ναυμαχίας ἀθροίσαντες εἰς Αἴγιναν, ἐν ταύτῃ διατρίψαντες ἡμέρας τινὰς ἔπλευσαν εἰς Δῆλον, ἔχοντες τριήρεις διακοσίας καὶ πεντήκοντα. ἐνταῦθα δ᾿ αὐτῶν ὁρ- 15 μούντων ἧκον ἐκ Σάμου πρέσβεις ἀξιοῦντες ἐλευ- θερῶσαι τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας. οἱ δὲ περὶ 3 τὸν Λεωτυχίδην συνεδρεύσαντες μετὰ τῶν ἡγεμόνων καὶ διακούσαντες τῶν Σαμίων ἔκριναν ἐλευθεροῦν τὰς πόλεις, καὶ κατὰ τάχος ἐξέπλευσαν ἐκ Δήλου. 20 οἱ δὲ τῶν Περσῶν ναύαρχοι διατρίβοντες ἐν τῇ Σάμῳ, πυθόμενοι τὸν τῶν Ἑλλήνων ἐπίπλουν, ἀνήχ- θησαν ἐκ τῆς Σάμου πάσαις ταῖς ναυσί, καὶ κατά- ραντες εἰς Μυκάλην τῆς Ἰωνίας τὰς μὲν ναῦς ἐνεώλκησαν, ὁρῶντες οὐκ ἀξιόχρεους οὔσας ναυμα- 25 χεῖν, καὶ ξυλίνῳ τείχει καὶ τάφρῳ βαθείᾳ περιέλα- βον αὐτάς· οὐδὲν δὲ ἧττον καὶ δυνάμεις πεζὰς με- τεπέμποντο ἐκ τῶν Σάρδεων καὶ τῶν σύνεγγυς 431 πόλεων, καὶ συνήγαγον τοὺς ἅπαντας εἰς δέκα μυ-

9 Λεωτιχίδας et 17 Λεωτυχίδαν cod. 22*