Textus Originalis

Ol. 75, 2 : 479 a. Chr. 273

ριάδας· ἐποιοῦντο δὲ καὶ τῶν ἄλλων ἁπάντων τῶν εἰς πόλεμον χρησίμων παρασκευάς, νομίζοντες καὶ 4 τοὺς Ἴωνας ἀποστήσεσθαι πρὸς τοὺς πολεμίους. οἱ δὲ περὶ τὸν Λεωτυχίδην παντὶ τῷ στόλῳ κεκοσμη- μένῳ προσπλεύσαντες τοῖς ἐν τῇ Μυκάλῃ βαρβάροις, 5 ναῦν προαπέστειλαν ἔχουσαν κήρυκα τὸν μεγαλο- φωνότατον τῶν ἐν τῷ στρατοπέδῳ. τῷ δὲ προσε- τέτακτο προσπλεῦσαι τοῖς πολεμίοις, καὶ μεγάλῃ τῇ φωνῇ κηρύξαι, διότι οἱ Ἕλληνες νενικηκότες [ἐν Πλαταιαῖς] τοὺς Πέρσας πάρεισι νῦν ἐλευθερώσον- 10 5 τες τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις. τοῦτο δ᾿ ἐποίησαν οἱ περὶ τὸν Λεωτυχίδην νομίζοντες τοὺς συστρατεύοντας τοῖς βαρβάροις Ἕλληνας ἀποστήσειν Περσῶν καὶ ταραχὴν ἔσεσθαι πολλὴν ἐν τῇ τῶν βαρ- βάρων στρατοπεδείᾳ· ὅπερ καὶ συνέβη γενέσθαι. 15 τοῦ γὰρ κήρυκος προσπλεύσαντος ταῖς νενεωλκημέ- ναις ναυσὶ καὶ κηρύξαντος τὰ προστεταγμένα, συν- έβη τοὺς μὲν Πέρσας ἀπιστῆσαι τοῖς Ἕλλησι, τοὺς δ᾿ Ἕλληνας ἀλλήλοις συντίθεσθαι περὶ ἀποστάσεως. 35 οἱ δ᾿ Ἕλληνες κατασκευάμενοι τὰ κατ᾿ αὐτοὺς ἀπε- 20 βίβασαν τὴν δύναμιν. τῇ δ᾿ ὑστεραίᾳ παρασκευαζο- μένων αὐτῶν τὰ πρὸς τὴν παράταξιν, προσέπεσε φήμη ὅτι νενικήκασιν οἱ Ἕλληνες τοὺς Πέρσας κατὰ 2 τὰς Πλαταιάς. διόπερ οἱ μὲν περὶ Λεωτυχίδην ἀθροίσαντες ἐκκλησίαν, τὰ πλήθη παρεκάλεσαν εἰς 25 τὴν μάχην, τά τε ἄλλα προφερόμενοι καὶ τὴν ἐν Πλαταιαῖς νίκην τραγῳδοῦντες, δι᾿ ἣν ὑπελάμβανον

3 ἀποστήσασθαι v. 4 κεκοσμημένοι cod., corr. Dind. 10 ἐν Πλαταιαῖς del. Madvig 19 στάσεως v. 25 ἐκκλη- σίαν PAL, εἰς ἐκκλησίαν cet. 26 προσφερόμενοι v. 27 τραγῳδοῦντες Reiske, παρῳδοῦντες cod.