Textus Originalis
274 DIODOR. XI 34. 35. 36.
θρασυτέρους ποιήσειν τοὺς μέλλοντας ἀγωνίζεσθαι. θαυμαστὸν δὲ ἐγένετο τὸ ἀποτέλεσμα· κατὰ γὰρ τὴν αὐτὴν ἡμέραν ἐφάνησαν αἱ παρατάξεις γεγενημέναι, ἥ τε πρὸς τῇ Μυκάλῃ συντελεσθεῖσα καὶ ἡ κατὰ 5 τὰς Πλαταιὰς γενομένη. διόπερ ἔδοξαν οἱ περὶ τὸν 3 Λεωτυχίδην οὔπω μὲν πεπυσμένοι περὶ τῆς νίκης, ἀφ᾿ ἑαυτῶν δὲ πλάττοντες τὴν εὐημερίαν, στρατη- γήματος ἕνεκεν τοῦτο πεποιηκέναι· τὸ γὰρ μέγεθος τοῦ διαστήματος ἤλεγχεν ἀδύνατον οὖσαν τὴν προσ- 10 αγγελίαν. οἱ δὲ τῶν Περσῶν ἡγεμόνες, ἀπίστως 4 ἔχοντες τοῖς Ἕλλησι, τούτους μὲν ἀφώπλισαν, τὰ δὲ ὅπλα τοῖς ἑαυτῶν φίλοις παρέδωκαν· παρακαλέσαν- τες δὲ τὰ πλήθη, καὶ τὸν Ξέρξην αὐτὸν μετὰ πολ- λῆς δυνάμεως εἰπόντες ἥξειν βοηθόν, ἐποίησαν 15 ἅπαντας εὐθαρσεῖς πρὸς τὸν κίνδυνον. ἀμφοτέρων 36 δὲ αὐτῶν ἐκταξάντων τὴν στρατιὰν καὶ προσαγόν- των ἐπ᾿ ἀλλήλους, οἱ μὲν Πέρσαι τοὺς πολεμίους ὁρῶντες ὀλίγους ὄντας κατεφρόνησαν αὐτῶν καὶ μετὰ πολλῆς κραυγῆς ἐπεφέροντο· τῶν δὲ Σαμίων 2 20 καὶ Μιλησίων πανδημεὶ προελομένων βοηθῆσαι τοῖς Ἕλλησι καὶ μετ᾿ ἀλλήλων κοινῇ προαγόντων κατὰ σπουδήν, ὡς προϊόντες εἰς ὄψιν ἦλθον τοῖς Ἕλλη- σιν, οἱ μὲν Ἴωνες ἐνόμιζον εὐθαρσεστέρους ἔσεσθαι 432 τοὺς Ἕλληνας, ἀπέβη δὲ τοὐναντίον. δόξαντες γὰρ 3 25 οἱ περὶ τὸν Λεωτυχίδην τὸν Ξέρξην ἐκ τῶν Σάρ- δεων ἐπιέναι μετὰ τῆς δυνάμεως, ἐφοβήθησαν, καὶ
2 τὸ add. Eich. 7 εὐημερίαν] ἐφάνησαν repetunt cod. ex v. 3 9 ἀδύνατον οὖσαν Cobet, ἀδυνατοῦσαν cod. 16 προαγόντων malim 21 προσαγόντων cod., corr. Rhod. 22 προϊόντες JK, προσιόντες cet.