Textus Originalis

Ol. 75, 2 : 479 a. Chr. 275

ταραχῆς γενομένης ἐν τῷ στρατοπέδῳ διεφέροντο πρὸς ἀλλήλους· οἱ μὲν γὰρ ἔφασαν τὴν ταχίστην δεῖν εἰς τὰς ναῦς ἀπιέναι, οἱ δὲ μένειν καὶ τεθαρ- ρηκότως παρατάξασθαι. ἔτι δ᾿ αὐτοῖς τεθορυβημέ- νοις ἐπεφάνησαν οἱ Πέρσαι διεσκευασμένοι κατα- 5 4 πληκτικῶς καὶ μετὰ βοῆς ἐπιφερόμενοι. οἱ δ᾿ Ἕλληνες οὐδεμίαν ἀνοχὴν ἔχοντες τοῦ βουλεύσασθαι, συν- ηναγκάσθησαν ὑπομεῖναι τὴν ἔφοδον τῶν βαρβάρων. καὶ τὸ μὲν πρῶτον ἀμφοτέρων ἀγωνιζομένων εὐρώ- στως ἰσόρροπος ἦν ἡ μάχη καὶ συχνοὶ παρ᾿ ἀμφο- 10 τέροις ἔπιπτον· τῶν δὲ Σαμίων καὶ τῶν Μιλησίων ἐπιφανέντων οἱ μὲν Ἕλληνες ἐπερρώσθησαν, οἱ βάρ- βαροι δὲ καταπλαγέντες πρὸς [τὴν] φυγὴν ὥρμησαν. 5 πολλοῦ δὲ γενομένου φόνου, οἱ μὲν περὶ τὸν Λεω- τυχίδην καὶ Ξάνθιππον ἐπικείμενοι τοῖς ἡττημένοις 15 κατεδίωξαν τοὺς βαρβάρους μέχρι τῆς παρεμβολῆς, συνεπελάβοντο δὲ τῆς μάχης ἤδη κεκριμένης Αἰο- λεῖς καὶ τῶν ἄλλων πολλοὶ τῶν κατὰ τὴν Ἀσίαν· δεινὴ γάρ τις ἐνέπεσεν ἐπιθυμία ταῖς κατὰ τὴν 6 Ἀσίαν πόλεσι τῆς ἐλευθερίας. διόπερ σχεδὸν ἅπαντες 20 οὔθ᾿ ὁμήρων οὔτε ὅρκων ἐποιήσαντο φροντίδα, ἀλλὰ μετὰ τῶν ἄλλων Ἑλλήνων ἀπέκτειναν ἐν τῇ φυγῇ τοὺς βαρβάρους. τοῦτον δὲ τὸν τρόπον ἡττηθέν- των τῶν Περσῶν, ἀνῃρέθησαν αὐτῶν πλείους τῶν τετρακισμυρίων· τῶν δὲ διασωθέντων οἱ μὲν εἰς 25 τὴν στρατοπεδείαν διέφυγον, οἱ δὲ εἰς Σάρδεις 7 ἀπεχώρησαν. Ξέρξης δὲ πυθόμενος τήν τε περὶ τὰς Πλαταιὰς ἧτταν καὶ τὴν ἐν τῇ Μυκάλῃ τροπὴν τῶν

1 γινομένης A 13 τὴν delevi 14 γενομένου PL, γινομένου cet. 26 διέφυγον om. f