Textus Originalis
276 DIODOR. XI 36. 37.
ἰδίων, μέρος μὲν τῆς δυνάμεως ἀπέλιπεν ἐν Σάρ- δεσιν, ὅπως διαπολεμῇ πρὸς τοὺς Ἕλληνας, αὐτὸς δὲ τεθορυβημένος μετὰ τῆς λοιπῆς στρατιᾶς προ- ῆγεν, ἐπ᾿ Ἐκβατάνων ποιούμενος τὴν πορείαν. 5 Οἱ δὲ περὶ Λεωτυχίδην καὶ Ξάνθιππον ἀποπλεύ- 37 σαντες εἰς Σάμον τοὺς μὲν Ἴωνας καὶ τοὺς Αἰο- λεῖς συμμάχους ἐποιήσαντο, μετὰ δὲ ταῦτα ἔπειθον αὐτοὺς ἐκλιπόντας τὴν Ἀσίαν εἰς τὴν Εὐρώπην με- τοικισθῆναι. ἐπηγγέλλοντο δὲ τὰ μηδίσαντα τῶν 10 ἐθνῶν ἀναστήσαντες δώσειν ἐκείνοις τὴν χώραν· καθόλου γὰρ μένοντας αὐτοὺς ἐπὶ τῆς Ἀσίας τοὺς 2 μὲν πολεμίους ὁμόρους ἕξειν, πολὺ ταῖς δυνάμεσιν ὑπερέχοντας, τοὺς δὲ συμμάχους ὄντας διαποντίους μὴ δυνήσεσθαι τὰς βοηθείας εὐκαίρους αὐτοῖς ποιή- 15 σασθαι. οἱ δὲ Αἰολεῖς καὶ οἱ Ἴωνες ἀκούσαντες τῶν ἐπαγγελιῶν ἔγνωσαν πείθεσθαι τοῖς Ἕλλησι, καὶ παρεσκευάζοντο πλεῖν μετ᾿ αὐτῶν εἰς τὴν Εὐ- ρώπην. οἱ δ᾿ Ἀθηναῖοι μετανοήσαντες εἰς τοὐναν- 3 τίον πάλιν μένειν συνεβούλευον, λέγοντες ὅτι κἂν 20 μηδεὶς αὐτοῖς τῶν ἄλλων Ἑλλήνων βοηθῇ, μόνοι Ἀθηναῖοι συγγενεῖς ὄντες βοηθήσουσιν· ὑπελάμ- 433 βανον δὲ ὅτι κοινῇ κατοικισθέντες ὑπὸ τῶν Ἑλλή- νων οἱ Ἴωνες οὐκέτι μητρόπολιν ἡγήσονται τὰς Ἀθήνας. διόπερ συνέβη μετανοῆσαι τοὺς Ἴωνας καὶ 25 κρῖναι μένειν ἐπὶ τῆς Ἀσίας. τούτων δὲ πραχθέν- 4 των συνέβη τὴν δύναμιν τῶν Ἑλλήνων σχισθῆναι,
8 εἰς τὴν] εἰς A 9 τὰ Wess., τά τε cod., τὰ τότε Steph. 10 ἀναστατήσαντες P 13 ὄντας διαποντίους P, διαποντίους v.; διαποντίους οὓς Dind. 14 δύνασθαι v. 18 μεταποιήσαντες P 20 βοηθῇ Dind., βοηθοίη cod