Textus Originalis

Ol. 75, 2 : 479 a. Chr. 277

καὶ τοὺς μὲν Λακεδαιμονίους εἰς τὴν Λακωνικὴν ἀποπλεῦσαι, τοὺς δὲ Ἀθηναίους μετὰ τῶν Ἰώνων 5 καὶ τῶν νησιωτῶν ἐπὶ Σηστὸν ἀπᾶραι. Ξάνθιππος δὲ ὁ στρατηγὸς εὐθὺς ἐκ κατάπλου προσβολὰς τῇ πόλει ποιησάμενος εἷλε Σηστόν, καὶ φρουρὰν ἐγκα- 5 ταστήσας τοὺς μὲν συμμάχους ἀπέλυσεν, αὐτὸς δὲ μετὰ τῶν πολιτῶν ἀνέκαμψεν εἰς τὰς Ἀθήνας. 6 Ὁ μὲν οὖν Μηδικὸς ὀνομασθεὶς πόλεμος γενό- μενος διετὴς τοῦτο ἔσχε τὸ πέρας. τῶν δὲ συγγρα- φέων Ἡρόδοτος ἀρξάμενος πρὸ τῶν Τρωικῶν χρό- 10 νων γέγραφε κοινὰς σχεδόν τι τὰς τῆς οἰκουμένης πράξεις ἐν βίβλοις ἐννέα, καταστρέφει δὲ τὴν σύν- ταξιν εἰς τὴν περὶ Μυκάλην μάχην τοῖς Ἕλλησι 7 πρὸς τοὺς Πέρσας καὶ Σηστοῦ πολιορκίαν. — Κατὰ δὲ τὴν Ἰταλίαν ῾Ρωμαῖοι πρὸς τοὺς Οὐολούσκους 15 πολεμήσαντες καὶ μάχῃ νικήσαντες πολλοὺς ἀνεῖλον. Σπόριος δὲ Κάσσιος, ὁ κατὰ τὸν προηγούμενον ἐνι- αυτὸν ὑπατεύσας, δόξας ἐπιθέσθαι τυραννίδι καὶ καταγνωσθείς, ἀνῃρέθη. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. 20 38 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Τιμοσθένους ἐν ῾Ρώμῃ τὴν ὕπατικὴν ἀρχὴν διεδέξαντο Καίσων Φάβιος καὶ Λεύκιος Αἰμίλιος Μάμερκος. ἐπὶ δὲ τούτων κατὰ τὴν Σικελίαν πολλή τις εἰρήνη κατεῖχε τὴν νῆσον, τῶν μὲν Καρχηδονίων εἰς τέλος τεταπεινωμένων, 25 τοῦ δὲ Γέλωνος ἐπιεικῶς προεστηκότος τῶν Σικε- λιωτῶν καὶ πολλὴν εὐνομίαν τε καὶ πάντων τῶν

3 ἐπᾶραι P 11 τι om. v. 12 κατέστροφε malim 17 Κάσιος AFKL 23 Αἰμίλιος om. A