Textus Originalis

278 DIODOR. XI 37. 38.

ἐπιτηδείων εὐπορίαν παρεχομένου ταῖς πόλεσι. τῶν 2 δὲ Συρακοσίων τὰς μὲν πολυτελεῖς ἐκφορὰς νόμῳ καταλελυκότων καὶ τὰς εἰωθυίας δαπάνας εἰς τοὺς τελευτῶντας γίνεσθαι περιῃρηκότων, ἐγγεγραμμένων 5 δὲ ἐν τῷ νόμῳ καὶ τῶν παντελῶς ἐνταφίων ἠμελη- κότων, ὁ βασιλεὺς Γέλων βουλόμενος τὴν τοῦ δή- μου σπουδὴν ἐν ἅπασι διαφυλάττειν, τὸν περὶ τῆς ταφῆς νόμον ἐφ᾿ ἑαυτοῦ βέβαιον ἐτήρησεν· ὑπὸ γὰρ 3 ἀρρωστίας συνεχόμενος καὶ τὸ ζῆν ἀπελπίσας, τὴν 10 μὲν βασιλείαν παρέδωκεν Ἱέρωνι τῷ πρεσβυτάτῳ τῶν ἀδελφῶν, περὶ δὲ τῆς ἑαυτοῦ ταφῆς ἐνετείλατο διαστελλόμενος ἀκριβῶς τηρῆσαι τὸ νόμιμον. διὸ καὶ τελευτήσαντος αὐτοῦ τὴν ἐκφορὰν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ συνετέλεσεν ὁ διαδεξάμενος τὴν 15 βασιλείαν. ἐτάφη δ᾿ αὐτοῦ τὸ σῶμα κατὰ τὸν ἀγρὸν 4 τῆς γυναικὸς ἐν ταῖς καλουμέναις Ἐννέα τύρσεσιν, οὔσαις τῷ βάρει τῶν ἔργων θαυμασταῖς. ὁ δὲ ὄχλος ἐκ τῆς πόλεως ἅπας συνηκολούθησεν, ἀπέχοντος τοῦ 434 τόπου σταδίους διακοσίους. ἐνταῦθα δ᾿ αὐτοῦ τα- 5 20 φέντος ὁ μὲν δῆμος τάφον ἀξιόλογον ἐπιστήσας ἡρωικαῖς τιμαῖς ἐτίμησε τὸν Γέλωνα, ὕστερον δὲ τὸ μὲν μνῆμα ἀνεῖλον Καρχηδόνιοι στρατεύσαντες ἐπὶ Συρακούσας, τὰς δὲ τύρσεις Ἀγαθοκλῆς κατέβαλε διὰ τὸν φθόνον. ἀλλ᾿ ὅμως οὔτε Καρχηδόνιοι διὰ 25 τὴν ἔχθραν οὔτε Ἀγαθοκλῆς διὰ τὴν ἰδίαν κακίαν οὔτε ἄλλος οὐδεὶς ἠδυνήθη τοῦ Γέλωνος ἀφελέ-

1 ταῖς πόλεσι] τοῖς Ἕλλησι F¹JK 5 δὲ Eich., τε cod. καὶ τῶν P, αἳ τῶν AL, εἴργεσθαι cet. παντελῶς PA, παν- τελῶς τὰς τῶν cet. ἠμεληκότων P, om. AL, σπουδὰς cet. 9 τὸ * P (cf. XVII 106, 7), τοῦ v.