Textus Originalis
Ol. 75, 3 : 478 a. Chr. 279
6 σθαι τὴν δόξαν· ἡ γὰρ τῆς ἱστορίας δικαία μαρ- τυρία τετήρηκε τὴν περὶ αὐτοῦ φήμην, κηρύττουσα διαπρυσίως εἰς ἅπαντα τὸν αἰῶνα. δίκαιον γὰρ ἅμα καὶ συμφέρον ἐστὶ τῷ κοινῷ βίῳ διὰ τὴν ἱστορίαν τοὺς μὲν πονηροὺς τῶν ἐν ταῖς ἐξουσίαις γεγενη- 5 μένων βλασφημεῖσθαι, τοὺς δὲ εὐεργετικοὺς τυγχά- νειν ἀθανάτου μνήμης· οὕτω γὰρ μάλιστα συμβήσε- ται πολλοὺς ἐπὶ τὴν κοινὴν εὐεργεσίαν προτρέπεσθαι τῶν μεταγενεστέρων. 7 Γέλων μὲν οὖν ἑπταετῆ χρόνον ἐβασίλευσεν, Ἱέ- 10 ρων δ᾿ ὁ ἀδελφὸς αὐτοῦ διαδεξάμενος τὴν ἀρχὴν ἐβασίλευσε τῶν Συρακοσίων ἔτη ἕνδεκα καὶ μῆνας ὀκτώ. 39 Κατὰ δὲ τὴν Ἑλλάδα Ἀθηναῖοι μὲν μετὰ τὴν ἐν Πλαταιαῖς νίκην μετεκόμισαν ἐκ Τροιζῆνος καὶ Σα- 15 λαμῖνος τέκνα καὶ γυναῖκας εἰς τὰς Ἀθήνας, εὐθὺς δὲ καὶ τὴν πόλιν ἐπεχείρησαν τειχίζειν καὶ τῶν ἄλ- λων τῶν πρὸς ἀσφάλειαν ἀνηκόντων ἐπιμέλειαν 2 ἐποιοῦντο. Λακεδαιμόνιοι δ᾿ ὁρῶντες τοὺς Ἀθη- ναίους ἐν ταῖς ναυτικαῖς δυνάμεσι περιπεποιημένους 20 δόξαν μεγάλην, ὑπώπτευσαν αὐτῶν τὴν αὔξησιν, καὶ διέγνωσαν κωλύειν τοὺς Ἀθηναίους ἀνοικοδο- 3 μεῖν τὰ τείχη. εὐθὺς οὖν πρέσβεις ἐξέπεμψαν εἰς τὰς Ἀθήνας τοὺς λόγῳ μὲν συμβουλεύσοντας κατὰ τὸ παρὸν μὴ τειχίζειν τὴν πόλιν διὰ τὸ μὴ συμ- 25 φέρειν κοινῇ τοῖς Ἕλλησι· τὸν γὰρ Ξέρξην, εἰ πά- λιν παραγενηθείη μετὰ μειζόνων δυνάμεων, ἕξειν
3 διαπρυσίως om. v. 4 τῆς ἱστορίας v. 11 δ᾿ ὁ] δὲ P, δὲ ὁ v. 12 καὶ om. PA 16 τέκνα] τὰ τέκνα P 20 πεποιημένους cod., corr. Wess.