Textus Originalis

280 DIODOR. XI 38. 39. 40.

ἑτοίμους πόλεις τετειχισμένας ἐκτὸς Πελοποννήσου, ἐξ ὧν ὁρμώμενον ῥᾳδίως καταπολεμήσειν τοὺς Ἕλ- ληνας. οὐ πειθομένων δ᾿ αὐτῶν, οἱ πρέσβεις προσ- ιόντες τοῖς οἰκοδομοῦσι προσέταττον ἀφίστασθαι 5 τῶν ἔργων τὴν ταχίστην. ἀπορουμένων δὲ τῶν 4 Ἀθηναίων ὅ,τι χρὴ πράττειν, Θεμιστοκλῆς, ἀποδο- χῆς τότε παρ᾿ αὐτοῖς τυγχάνων τῆς μεγίστης, συν- εβούλευεν ἔχειν ἡσυχίαν· ἐὰν γὰρ βιάζωνται, ῥᾳ- δίως τοὺς Λακεδαιμονίους μετὰ τῶν Πελοποννησίων 10 στρατεύσαντας κωλύσειν αὐτοὺς τειχίζειν τὴν πό- 435 λιν. ἐν ἀπορρήτοις δὲ τῇ βουλῇ προεῖπεν, ὡς αὑ- 5 τὸς μὲν μετά τινων ἄλλων πορεύσεται πρεσβευτὴς εἰς Λακεδαίμονα, διδάξων τοὺς Λακεδαιμονίους περὶ τοῦ τειχισμοῦ, τοῖς δὲ ἄρχουσι παρήγγειλεν, ὅταν 15 ἐκ Λακεδαίμονος ἔλθωσι πρέσβεις εἰς τὰς Ἀθήνας, παρακατέχειν αὐτούς, ἕως ἂν αὐτὸς ἐκ τῆς Λακε- δαίμονος ἀνακάμψῃ, ἐν τοσούτῳ δὲ πανδημεὶ τει- χίζειν τὴν πόλιν, καὶ τούτῳ τῷ τρόπῳ κρατήσειν αὐτοὺς ἀπεφαίνετο τῆς προθέσεως. ὑπακουσάντων 40 20 δὲ τῶν Ἀθηναίων, οἱ μὲν περὶ τὸν Θεμιστοκλέα πρέσβεις προῆγον εἰς τὴν Σπάρτην, οἱ δὲ Ἀθηναῖοι μετὰ μεγάλης σπουδῆς ᾠκοδόμουν τὰ τείχη, οὔτ᾿ οἰκίας οὔτε τάφου φειδόμενοι. συνελαμβάνοντο δὲ τῶν ἔργων οἵ τε παῖδες καὶ αἱ γυναῖκες καὶ καθό- 25 λου πᾶς ξένος καὶ δοῦλος, οὐδενὸς ἀπολειπομένου τῆς προθυμίας. παραδόξως δὲ τῶν ἔργων ἀνυομέ- 2

1 ἑτοίμας v. ἐκτὸς P, ἐκ τοῦ v. 10 κωλύειν PAFHK 11 προεῖπεν Reiske, προειπὼν cod. 12 μὲν del. Reiske 17 τειχίζων v. 21 προῆγον P, προήγαγον v. 24 αἱ om. v.