Textus Originalis
Ol. 75, 3 : 478 a. Chr. 281
νων διά τε τὰς πολυχειρίας καὶ τὰς τῶν ἁπάντων προθυμίας, ὁ μὲν Θεμιστοκλῆς ἀνακληθεὶς ὑπὸ τῶν ἀρχόντων καὶ ἐπιτιμηθεὶς περὶ τῆς τειχοποιίας ἠρ- νήσατο τὴν οἰκοδομίαν, καὶ παρεκάλεσε τοὺς ἄρχον- τας μὴ πιστεύειν κεναῖς φήμαις, ἀλλ᾿ ἀποστέλλειν 5 πρέσβεις ἀξιοπίστους εἰς τὰς Ἀθήνας· διὰ γὰρ τού- των εἴσεσθαι τἀληθές· καὶ τούτων ἐγγυητὴν ἑαυτὸν παρεδίδου καὶ τοὺς μεθ᾿ ἑαυτοῦ συμπρεσβεύοντας. 3 πεισθέντες δὲ οἱ Λακεδαιμόνιοι τοὺς μὲν περὶ τὸν Θεμιστοκλέα παρεφύλαττον, εἰς δὲ τὰς Ἀθήνας ἀπέ- 10 στειλαν τοὺς ἐπιφανεστάτους κατασκεψομένους, περὶ ὧν ἦν χρεία πολυπραγμονῆσαι. τοῦ δὲ χρόνου διεξελθόντος, οἱ μὲν Ἀθηναῖοι τὸ τεῖχος ἔφθασαν ἐφ᾿ ἱκανὸν κατεσκευακότες, τοὺς δὲ τῶν Λακεδαι- μονίων πρέσβεις ἐλθόντας εἰς τὰς Ἀθήνας καὶ μετ᾿ 15 ἀνατάσεων καὶ ἀπειλῶν ἐπιτιμῶντας παρέδωκαν εἰς φυλακήν, φήσαντες τότε ἀφήσειν, ὅταν κἀκεῖνοι τοὺς 4 περὶ Θεμιστοκλέα πρέσβεις ἀπολύσωσι. τούτῳ δὲ τῷ τρόπῳ καταστρατηγηθέντες οἱ Λάκωνες ἠναγκά- σθησαν ἀπολῦσαι τοὺς Ἀθηναίων πρέσβεις, ἵνα τοὺς 20 ἰδίους ἀπολάβωσιν. ὁ δὲ Θεμιστοκλῆς τοιούτῳ στρα- τηγήματι τειχίσας τὴν πατρίδα συντόμως καὶ ἀκιν- δύνως, μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τοῖς πολίταις. 5 Ἅμα δὲ τούτοις πραττομένοις ῾Ρωμαίοις πρὸς Αἰ- κολανοὺς καὶ τοὺς τὸ Τοῦσκλον κατοικοῦντας συν- 25
1 τὴν πολυχειρίαν Hertl. (XV 68, 3. XVII 40, 5) τῶν om. v. 8 συμπρεσβευτάς v. (XVIII 48, 3) 10 ἐφύλατ- τον v. 11 ἐπισκεψομένους P περὶ PAL, καὶ περὶ cet. 15 μετ᾿ ἀνατάσεων Dind. (IX 20, 4), μετὰ στάσεων cod. 24 ῾Ρωμαίοις* (cf. p. 221, 19), ῾Ρωμαῖοι cod. 25 συνέστη πόλεμος P, ἀνεστήσαντο πόλεμον v.