Textus Originalis

282 DIODOR. XI 40. 41.

436 έστη πόλεμος, καὶ πρὸς μὲν Αἰκολανοὺς μάχην συν- άψαντες ἐνίκησαν καὶ πολλοὺς τῶν πολεμίων ἀνεῖλον, μετὰ δὲ ταῦτα τὸ Τοῦσκλον ἐξεπολιόρκησαν καὶ τὴν τῶν Αἰκολανῶν πόλιν ἐχειρώσαντο. 5 Τοῦ δ᾿ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι 41 μὲν ἦν ἄρχων Ἀδείμαντος, ἐν ῾Ρώμῃ δὲ κατεστά- θησαν ὕπατοι Μάρκος Φάβιος Οὐιβλανὸς καὶ Λεύ- κιος Οὐαλέριος Πόπλιος. ἐπὶ δὲ τούτων Θεμιστο- κλῆς διὰ τὴν στρατηγίαν καὶ ἀγχίνοιαν ἀποδοχῆς 10 ἔτυχεν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς Ἕλλησι. διὸ καὶ μετεωριζόμενος ἐπὶ τῇ 2 δόξῃ πολὺ μείζοσιν ἄλλαις ἐπιβολαῖς ἐχρήσατο πρὸς αὔξησιν ἡγεμονίας ἀνηκούσαις τῇ πατρίδι. τοῦ γὰρ καλουμένου Πειραιῶς οὐκ ὄντος λιμένος κατ᾿ ἐκεί- 15 νους τοὺς χρόνους, ἀλλ᾿ ἐπινείῳ χρωμένων τῶν Ἀθηναίων τῷ προσαγορευομένῳ Φαληρικῷ, μικρῷ παντελῶς ὄντι, ἐπενόησε τὸν Πειραιᾶ κατασκευάζειν λιμένα, μικρᾶς μὲν προσδεόμενον κατασκευῆς, δυ- νάμενον δὲ γενέσθαι λιμένα κάλλιστον καὶ μέγιστον 20 τῶν κατὰ τὴν Ἑλλάδα. ἤλπιζεν οὖν τούτου προσ- 3 γενομένου τοῖς Ἀθηναίοις δυνήσεσθαι τὴν πόλιν ἀντιποιήσασθαι τῆς κατὰ θάλατταν ἡγεμονίας· τρι- ήρεις γὰρ τότε πλείστας ἐκέκτηντο, καὶ διὰ τὴν συνέχειαν τῶν ναυμαχιῶν ἐμπειρίαν καὶ δόξαν με- 25 γάλην τῶν ναυτικῶν ἀγώνων περιεπεποίηντο. πρὸς 4 δὲ τούτοις τοὺς μὲν Ἴωνας ὑπελάμβανε διὰ τὴν

1 μάχῃ v. 2 εἷλον v. 7 Οὐιβλανός ex fastis, σιλα- νὸς Pa, σιλβανὸς f 11 ἐπὶ] ἐν P 16 προσαγορευομένῳ] καλουμένῳ A 19 κάλλιστον κ. μ. λιμένα v. 20 Ἑλλάδα] ἐλπίδα P ἤλπισεν v. 22 ἀντιποιήσεσθαι PA 23 καὶ om. P inserto s. l. γὰρ post ἐμπειρίαν