Textus Originalis

Ol. 75, 4 : 477 a. Chr. 283

συγγένειαν ἰδίους ἕξειν, τοὺς δὲ ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας δι᾿ ἐκείνους ἐλευθερώσειν, ἀπο- κλινεῖν τε ταῖς εὐνοίαις πρὸς τοὺς Ἀθηναίους διὰ τὴν εὐεργεσίαν, τοὺς δὲ νησιώτας ἅπαντας κατα- πεπληγμένους τὸ μέγεθος τῆς ναυτικῆς δυνάμεως 5 ἑτοίμως ταχθήσεσθαι μετὰ τῶν δυναμένων καὶ βλά- 5 πτειν καὶ ὠφελεῖν τὰ μέγιστα. τοὺς γὰρ Λακε- δαιμονίους ἑώρα περὶ μὲν τὰς πεζὰς δυνάμεις εὖ κατεσκευασμένους, πρὸς δὲ τοὺς ἐν ταῖς ναυσὶν 42 ἀγῶνας ἀφυεστάτους. ταῦτ᾿ οὖν διαλογισάμενος 10 ἔκρινε φανερῶς μὲν τὴν ἐπιβολὴν μὴ λέγειν, ἀκρι- βῶς γινώσκων τοὺς Λακεδαιμονίους κωλύσοντας, ἐν ἐκκλησίᾳ δὲ διελέχθη τοῖς πολίταις ὅτι μεγάλων πραγμάτων καὶ συμφερόντων τῇ πόλει βούλεται γε- νέσθαι σύμβουλός τε καὶ εἰσηγητής, ταῦτα δὲ φα- 15 νερῶς μὲν λέγειν μὴ συμφέρειν, δι᾿ ὀλίγων δὲ ἀν- δρῶν ἐπιτελεῖν προσήκειν· διόπερ ἠξίου τὸν δῆμον δύο ἄνδρας προχειρισάμενον οἷς ἂν μάλιστα πι- στεύσῃ, τούτοις ἐπιτρέπειν περὶ τοῦ πράγματος. 2 πεισθέντος δὲ τοῦ πλήθους, ὁ δῆμος εἵλετο δύο 20 ἄνδρας, Ἀριστείδην καὶ Ξάνθιππον, οὐ μόνον κατ᾿ ἀρετὴν προκρίνας αὐτούς, ἀλλὰ καὶ πρὸς τὸν Θεμι- στοκλέα τούτους ὁρῶν ἁμιλλωμένους περὶ δόξης καὶ πρωτείων, καὶ διὰ τοῦτο ἀλλοτρίως ἔχοντας πρὸς 3 αὐτόν. οὗτοι δὲ κατ᾿ ἰδίαν ἀκούσαντες τοῦ Θεμι- 25 στοκλέους τὴν ἐπιβολήν, ἐδήλωσαν τῷ δήμῳ διότι καὶ μεγάλα καὶ συμφέροντα τῇ πόλει καὶ δυνατὰ 4 καθέστηκε τὰ λεγόμενα ὑπὸ τοῦ Θεμιστοκλέους. τοῦ 437

2 ἀποκλίνειν PAH 4 δὲ *] τε cod. 7 γὰρ *] τε cod. 13 διελέχθη*] διαλεχθεὶς cod.