Textus Originalis

Ol. 75, 4 : 477 a. Chr. 289

Ἀθηνᾶς τῆς Χαλκιοίκου. ἀπορουμένων δὲ τῶν Λα- 6 κεδαιμονίων εἰ τιμωρήσονται τὸν ἱκέτην, λέγεται τὴν μητέρα τοῦ Παυσανίου καταντήσασαν εἰς τὸ ἱερὸν ἄλλο μὲν μηδὲν μήτ᾿ εἰπεῖν μήτε πρᾶξαι [τι], 5 πλίνθον δὲ βαστάσασαν ἀναθεῖναι κατὰ τὴν εἰς τὸ ἱερὸν εἴσοδον, καὶ τοῦτο πράξασαν ἐπανελθεῖν εἰς τὴν ἰδίαν οἰκίαν. τοὺς δὲ Λακεδαιμονίους τῇ τῆς 7 μητρὸς κρίσει συνακολουθήσαντας ἐνοικοδομῆσαι τὴν εἴσοδον, καὶ τούτῳ τῷ τρόπῳ συναναγκάσαι τὸν 10 Παυσανίαν λιμῷ καταστρέψαι τὸν βίον. τὸ μὲν οὖν σῶμα τοῦ τελευτήσαντος συνεχωρήθη τοῖς προσή- κουσι καταχῶσαι, τὸ δὲ δαιμόνιον τῆς τῶν ἱκετῶν σωτηρίας καταλυθείσης ἐπεσήμηνε· τῶν γὰρ Λακε- 8 δαιμονίων περί τινων ἄλλων ἐν Δελφοῖς χρηστηρια- 15 ζομένων, ὁ θεὸς ἔδωκε χρησμὸν κελεύων ἀποκατα- στῆσαι τῇ θεῷ τὸν ἱκέτην. διόπερ οἱ Σπαρτιᾶται 9 τὴν μαντείαν ἀδύνατον νομίζοντες εἶναι, ἠπόρουν ἐφ᾿ ἱκανὸν χρόνον, οὐ δυνάμενοι ποιῆσαι τὸ προσ- ταττόμενον ὑπὸ τοῦ θεοῦ· ὅμως δ᾿ ἐκ τῶν ἐνδεχο- 20 μένων βουλευσάμενοι κατεσκεύασαν εἰκόνας δύο τοῦ Παυσανίου χαλκᾶς, καὶ ἀνέθηκαν εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς. Ἡμεῖς δὲ παρ᾿ ὅλην τὴν ἱστορίαν εἰωθότες τῶν 46 ἀγαθῶν ἀνδρῶν διὰ τῶν ἐπιλεγομένων ἐπαίνων 25 αὔξειν τὴν δόξαν, τοῖς δὲ φαύλοις ἐπὶ τῆς τελευ- τῆς ἐπιφθέγγεσθαι τὰς ἁρμοζούσας βλασφημίας, οὐκ ἐάσομεν τὴν Παυσανίου κακίαν καὶ προδοσίαν ἀκα-

4 τι del. Hertl. 16 τῇ] τῷ f 19 τοῦ] τῆς PaF² 27 προδοσίαν] πονηρίαν FJK 23*