Textus Originalis
290 DIODOR. XI 46. 47. 48.
2 τηγόρητον. τίς γὰρ οὐκ ἂν θαυμάσαι τούτου τὴν ἄνοιαν, ὃς εὐεργέτης γενόμενος τῆς Ἑλλάδος καὶ νικήσας τὴν ἐν Πλαταιαῖς μάχην καὶ πολλὰς ἄλλας ἐπαινουμένας πράξεις ἐπιτελεσάμενος, οὐχ ὅπως τὸ παρὸν ἀξίωμα διεφύλαξεν, ἀλλ᾿ ἀγαπήσας τῶν Περ- 5 σῶν τὸν πλοῦτον καὶ τὴν τρυφήν, ἅπασαν τὴν προϋ- 3 πάρχουσαν εὐδοξίαν κατῄσχυνεν; ἐπαρθεὶς γὰρ ταῖς εὐτυχίαις τὴν μὲν Λακωνικὴν ἀγωγὴν ἐστύγησε, τὴν δὲ τῶν Περσῶν ἀκολασίαν καὶ τρυφὴν ἐμιμή- σατο, ὃν ἥκιστα ἐχρῆν ζηλῶσαι τὰ τῶν βαρβάρων 10 ἐπιτηδεύματα· οὐ γὰρ ἑτέρων πεπυσμένος, ἀλλ᾿ αὐ- τὸς ἔργῳ πεῖραν εἰληφὼς ἐγίνωσκε πόσῳ τῆς τῶν Περσῶν τρυφῆς ἡ πάτριος δίαιτα πρὸς ἀρετὴν διέ- φερεν. 4 Ἀλλὰ γὰρ αὐτὸς μὲν διὰ τὴν ἰδίαν κακίαν οὐ 15 μόνον τῆς ἀξίας ἔτυχε τιμωρίας, ἀλλὰ καὶ τοῖς πο- λίταις αἴτιος κατέστη τοῦ τὴν κατὰ θάλατταν ἡγε- μονίαν ἀποβαλεῖν· ἐκ παραθέσεως γὰρ ἡ Ἀριστεί- δου στρατηγία παρὰ τοῖς συμμάχοις θεωρουμένη, καὶ διὰ τὴν εἰς τοὺς ὑποτεταγμένους ὁμιλίαν καὶ 20 τὰς ἄλλας ἀρετάς, ἐποίησε πάντας ὥσπερ ἀπὸ μιᾶς 5 ὁρμῆς ἀποκλῖναι πρὸς τοὺς Ἀθηναίους. διὸ καὶ τοῖς μὲν ἐκ τῆς Σπάρτης πεμπομένοις ἡγεμόσιν οὐκέτι προσεῖχον, Ἀριστείδην δὲ θαυμάζοντες καὶ πάντα 44( προθύμως ὑπακούοντες ἐποίησαν χωρὶς κινδύνου 25 47 παραλαβεῖν τὴν κατὰ θάλατταν ἀρχήν. εὐθὺς οὖν ὁ
1 θαυμάσαι*] θαυμάση P, θαυμάσειε cet. 12 ἔργῳ Steph., ἐγὼ cod. ἐγίνωσκον cod., ἐγνώκει Madvig πόσῳ Dind., ὅπως cod. 15 αὐτὸς] οὗτος Dind. 19 στρατη- γίς P 21 ἄλλας om. v.