Textus Originalis

Ol. 76, 1 : 476 a. Chr. 291

μὲν Ἀριστείδης συνεβούλευε τοῖς συμμάχοις ἅπασι κοινὴν ἄγουσι σύνοδον ἀποδεῖξαι [τὴν] Δῆλον κοι- νὸν ταμιεῖον, καὶ τὰ χρήματα πάντα τὰ συναγό- μενα εἰς ταύτην κατατίθεσθαι, πρὸς δὲ τὸν ἀπὸ 5 τῶν Περσῶν ὑποπτευόμενον πόλεμον τάξαι φόρον ταῖς πόλεσι πάσαις κατὰ δύναμιν, ὥστε γίνεσθαι τὸ πᾶν ἄθροισμα ταλάντων πεντακοσίων καὶ ἑξή- κοντα. ταχθεὶς δὲ ἐπὶ τὴν διάταξιν τῶν φόρων, 2 οὕτως ἀκριβῶς καὶ δικαίως τὸν διαμερισμὸν ἐποίη- 10 σεν ὥστε πάσας τὰς πόλεις εὐδοκῆσαι. διὸ καὶ δοκῶν ἕν τι τῶν ἀδυνάτων ἔργων συντετελεκέναι, μεγίστην ἐπὶ δικαιοσύνῃ δόξαν ἐκτήσατο καὶ διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης δίκαιος ἐπωνομάσθη. ὑφ᾿ ἕνα δὲ καὶ τὸν αὐτὸν καιρὸν ἡ μὲν τοῦ Παυ- 3 15 σανίου κακία τῆς κατὰ θάλατταν ἡγεμονίας ἐστέ- ρησε τοὺς πολίτας, ἡ Ἀριστείδου δὲ κατὰ πᾶν ἀρετὴ τὰς Ἀθήνας τὴν οὐκ οὖσαν στρατηγίαν ἐποίησε κτήσασθαι. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. 20 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Φαίδωνος ὀλυμπιὰς 48 μὲν ἤχθη ἕκτη πρὸς ταῖς ἑβδομήκοντα, καθ᾿ ἣν ἐνίκα στάδιον Σκαμάνδριος Μυτιληναῖος, ἐν ῾Ρώμῃ δ᾿ ὑπῆρχον ὕπατοι Καίσων Φάβιος καὶ Σπόριος Φούριος Μενέλλαιος. ἐπὶ δὲ τούτων Λεωτυχίδας 2 25 ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι καὶ δύο, τὴν δὲ ἀρχὴν διαδεξάμενος Ἀρ- χίδαμος ἐβασίλευσεν ἔτη τετταράκοντα καὶ δύο. ἐτε-

2 τὴν om. P 3 πάντων P 9 οὕτως] οὗτος F², οὗτος ὡς JKM 21 ἕκτη] πέμπτη L 22 Μιτυληναῖος cod. 24 φρούριος PFL 26 Ἀρχίδαμος Palmerius, Ἀρχέλαος cod.